“ Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἴως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.” 9 Ps. 97, 1. 28 Gen. 49, 10. ἰέ. ᾿Απὸ τοῦ Δήλωσις ἐπιψανείας χριστοῦ, καὶ καθαιρέσεως εἰδωλολατρίας, καὶ τῶν ἐθνῶν εἰς θέον εὐσεβείας. “ Ἐπιφανήσεται κύριος ἐπ’ αὐτοὺς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν, καὶ προσκυνήσουσιν αὐτῷ, ἕκαστος ἐκ τοῦ τόπου αὐτῶν, πᾶσαι αἶ νῆσοι τῶν ἐθνῶν.” ἵζ’ . ᾿Απὸ τοῦ Δήλωσις ἡμέρας ἀναστάσεως Χριστοῦ, καὶ ἐθνῶν συναγωγὴ, πάντων τε ἀνθρώπων ἐπίγνωσις θεοῦ, καὶ τρόπος εἶς εὐσεβείας, καὶ ὡς Αἰθίοπες θυσίας αὐτῷ προσοίσουσιν. “ Διὰ τοῦτο ὑπόμεινόν με, λέγει κύριος, εἰς ἡμέραν ἀναστάσεως μου εἰς μαρτύριον. διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνῶν, τοῦ εἰσδέξασθαι βασιλεῖς τοῦ ἐκχέαι ἐπ’ αὐτοὺς τὴν ὀργήν μου, πᾶσαν ὀργὴν θυμοῦ μου. διότι ἐν πυρὶ ζήλου μου καταναλωθήσεται πᾶσα ἡ γῆ, ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν, εἰς γενεὰν αὐτῆς, τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα κυρίου τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἴνα. ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσι θυσίας μοι.” ἴη. ᾿Απὸ τοῦ Δήλωσις Χριστοῦ παρουσίας, καὶ πολλῶν ἐθνῶν ἐπ’ αὐτὸν καταφυγὴ καὶ ὡς ἔσονται τῷ κυρίῳ ἐξ ἐθνῶν συστησόμενοι λαοί. “ Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιῶν, διότι ἰδοὺ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος· καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν. καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ 4 Soph. 2, 11. 12 Soph. .3, 8. 26 Zach. 2, 10. γνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέστειλέ με πρός σε.’ ἴθ’. Ἀπὸ τοῦ Ἡσαΐου. Δήλωσις γενέσεως Χριστοῦ ἐκ ῥίζης Ἰεσσαὶ προελευσομένου καὶ κλῆσις δι’ αὐτοῦ πάντων τῶν ἐθνῶν.