“Προσέχετε τοῖς ὠσὶν ὑμῶν καὶ ἐπακολουθή σατε ταῖς ὁδοῖς μου, ἐπακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαβὶδ τὰ πιστά. ἰδοὺ μαρτύριον ἔθνεσι δέδωκα αὐτὸν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν. ἔθνη ἃ οὐκ οἴδασίν σε ἐπικαλέσονταί σε, καὶ λαοὶ οἱ οὐκ ἐπίστανταί σε ἐπὶ σὲ καταφεύξονται, ἕνεκα κυρίου τοῦ θεοῦ σου τοῦ ἁγίου σοῦ Ἰσραὴλ, ὅτι ἐδόξασέν σε.” Καὶ διὰ τούτων οὖν μεμαθηκότες ὡς ἡ τοῦ Χριστοῦ παρουσία οὐ μόνοις Ἰουδαίοις, ἀλλὰ καὶ πᾶσι τοῖς ἔθνεσι σωτήριος ἔσεσθαι προηυτρεπίζετο, φέρε καὶ τὸ τρίτον ἀποδείξωμεν, ὅπως κατὰ τοὺς τῆς ἐπιφανείας αὐτοῦ χρόνους οὐ μόνον τὰ χρηστότερα τοῖς ἔθνεσι προεφητεύετο, ἀλλὰ καὶ τοῖς ἐκ περιτομῆς τὰ ἐναντία. διαρρήδην γοῦν ἀπόπτωσιν καὶ ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν αὐτῶν ἔσεσθαι τὰ παρ’ αὐτοῖς λόγια προαγορεύει, ὡς μηκέτι ἴσους ἡμᾶς αὐτοῖς, ἀλλὰ καὶ κρείττους 11 Es. 55, 3. αὐτῶν ἐκ περιουσίας ἀναφαίνεσθαι. καὶ νῦν δὲ χρή- σομαι ψιλαῖς ταῖς τῶν προφητῶν παραθέσεσι δίχα πάσης τῆς εἰς αὐτὰς θεωρίας, διά τε τὸ σαφὲς αὐτῶν καὶ διὰ τὸ μέλλειν ἐπὶ σχολῆς πληρεστάτην αὐτῶν ποιήσασθαι τὴν ἐξέτασιν. κδ΄. ᾿Απὸ Ἱερεμίου. Δήλωσις ἀρνήσεως τοῦ Ἰουδαίων ἔθνους, καὶ τῆς ἀντ’ αὐτῶν εἰσποιήσεως τῶν ἐθνῶν. ‟Τάδε λέγει κύριος, στῆτε ἐν ταῖς ὁδοῖς, ἴδετε, καὶ ἐρωτήσατε τρίβους κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ καὶ βαδίζετε ἐν αὐτῆ̣, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν· καὶ εἶπαν, οὐ πορευσόμεθα. καθέστακα ἐφ’ ὑμὰς σκοποῦς, ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος καὶ εἶπαν, οὐκ ἀκουσόμεθα. διὰ τοῦτο ἥκουσαν τὰ ἔθνη, καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια ἐν αὐτοῖς.” κε . ᾿Απὸ τοῦ αὐτοῦ Τῆς τῶν ἐθνῶν εὐσεβείας δήλωσις καὶ τῆς τοῦ Ἰουδαίων ἔθνους δυσσεβείας κατηγορία. πρόρρησις δὲ τῶν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν μετελθόντων αὐτοὺς κακῶν.