καὶ ἐπιλέγει ‟ ἰδοὺ ‟ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, εἶναί σε εἰς σωτηρίαν ἴως ἐσχάτου τῆς γῆς.” κβ΄. ᾿Απὸ τοῦ Χριστοῦ παρουσίας δήλωσις καὶ κλήσεως ἐθνῶν. ‟Οὕτω ‟ Οὕτω λέγει κύριος ὁ ῥυσάμενός σε Ισραὴλ, ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτὸν, καὶ ἀναστήσονται ἄρχοντες, καὶ προσκυνήσουσιν αὐτῷ,” καὶ τὰ ἑξῆς· οἶς ἐπιλέγει ‟καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κλη- ρονομῆσαι κληρονομίας ἐρήμους, λέγοντα τοῖς ἐν δεσμοῖς, ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλυφθῆναι, καὶ ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν, οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων 6 Es. 49, 1. 12 Es. 49, 6. 23 Es. 49, 7. οὐδὲ ἥλιος, ἀλλ’ ὁ ἐλεῶν παρακαλέσει, καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτοὺς, καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς. ἰδοὺ οὗτοι πόρρωθεν ἥξουσιν, οὗτοι ἀπὸ βορρᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν εὐφράνθητε οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ. ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην, ὅτι ἠλέησεν κύριος τὸν λαὸν αὐτοῦ, καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν.” κγ΄. Τοῦ αὐτοῦ. Δήλωσις Χριστοῦ καὶ κλῆσις ἐθνῶν,