τοῦτο δ’ ἦν τοῖς ἐκ περιτομῆς μέγα ἐφ’ ἑαυτοῖς αὐχοῦσι καὶ σεμνυνομένοις, ὡς τοῦ θεοῦ μόνους αὐτοὺς τῶν λοιπῶν ἐθνῶν προτιμήσαντος καὶ μόνους τῶν θείων ἐπαγγε- λιῶν κατηξιωκότος, ἐπιδεῖξαι ὡς οὐδὲν κρεῖττον παρὰ τοὺς λοιποὺς ἅπαντας ἰδίως αὐτοῖς ἐν ταῖς θείαις ἐπήγγελται ὑποσχέσεσιν. ὅτε τοίνυν ἀπεδείχθη τῶν θείων ἐπαγγελιῶν τὰ ἔθνη κατηξιωμένα, φέρε λοιπὸν ἤδη καὶ τὸ δι’ οὗ τὰ ἔθνη τῆς τοῦ θεοῦ κλήσεως καὶ τῶν θείων ἐπαγγελιῶν τεύξεσθαι λέγεται θεασώμεθα· καλὸν γὰρ καὶ τὴν αἰτίαν συνιδεῖν τὴν τοῖς ἔθνεσι τὰ ἀγαθὰ προξενήσειν λεγομένην. τίς δ’ ἂν εἴη αὕτη ἢ τοῦ Χριστοῦ παρουσία, δι’ οὗ καὶ οἱ ἐκ περιτομῆς τὴν ἑαυτῶν ὁμολογοῦσι γενήσεσθαι ἀπολύτρωσιν; δεικτέον τοίνυν ὡς καὶ ἡ τῆς τῶν ἐθνῶν κλήσεως προσδοκία οὐδ’ ἑτέρα τις ὑπῆρχεν ἢ αὐτὸς 5 Es. 49, 1 et 6. ὁ Χριστὸς τοῦ θεοῦ, οὐ μόνον Ἰουδαίοις, ἀλλὰ καὶ πᾶσι τοῖς ἔθνεσι σωτὴρ ἐπιφανησόμενος. χρήσομαι δὲ τὰ νῦν ψιλαῖς τῶν προφητῶν μαρτυρίαις δίχα πασης ἑρμηνείας, ἐπὶ σχολῆς μέλλων ἑκάστην εἰς πλάτος διερμηνεύειν, ἐπὰν σὺν θεῷ τὰς περὶ τῶν ἐθνῶν προρρήσεις συναγαγὼν ὁμοῦ πάσας διερμηνεύειν μέλλοιμι. Ιβ΄. ψαλμοῦ β΄. Δήλωσις ἐπιβουλῆς τοῦ Χριστοῦ καὶ αὐτὸς υἱὸς ἀναγορευόμε- νος θεοῦ, κλῆρόν τε τὰ ἔθνη παρὰ τοῦ πατρὸς λαμβάνων. “ Ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ, κατὰ τοῦ κυρίου καὶ κατὰ χριστοῦ αὐτοῦ, καὶ τὰ ἐξῆς· οἶς ἐπιλέγει “ κύριος εἶπεν πρός με, υἱός μου εἷ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. ιγ΄. ψαλμοῦ Δήλωσις Χριστοῦ βασιλείας καὶ κλήσεως ἐθνῶν καὶ πασῶν τῶν φυλῶν τῆς γῆς εὐλογία.