σαφῶς καὶ ταῦτα κλῆσιν ἀπάντων τῶν ἐθνῶν περιέχει, κατὰ διάνοιαν μόνην θεωρουμένων τῶν περὶ τῆς Ἱερουσαλῂμ καὶ τῆς σκηνοπηγίας εἰρημένων, ἃ καὶ κατὰ καιρὸν τῆς προσηκούσης τεύξεται ἑρμηνείας. ι . ᾿Απὸ τοῦ Δήλωσις τῆς τῶν ἀποστόλων ἐκλογῆς καὶ τῆς τῶν ἐθνῶν κλήσεως. Τοῦτο πρῶτον πίε, ταχὺ ποίει. χώρα Ζα- βουλὼν, ἡ γῆ Νεφθαλείμ, καὶ οἶ λοιποὶ οἱ τὴν πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα· οἱ 5 Zach. 14, 16. 26 Es. 9, 1. κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ’ ὑμᾶς.” ία . ᾿Απὸ τοῦ Τῆς τῶν ἐθνῶν κλήσεως δήλωσις. “ ’Aκούσατέ μου νῆσοι, καὶ προσέχετε ἔθνη. διὰ χρόνου πολλοῦ στήσεται, λέγει κύριος.’ οἶς ἑξῆς ὁμοῦ περὶ τῶν ἐθνῶν καὶ περὶ τοῦ Χριστοῦ ἐπιλέγει ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.” Μυρία δ’ ἂν εὕροις καὶ αὐτὸς δι’ ὅλων τῶν προφητῶν κατεσπαρμένα ἐν ἐπαγγελίαις τῶν ἐθνῶν, ἅπερ ἐπὶ τοῦ παρόντος οὔτε ἀναλέγειν οὔτε ἑρμηνεύειν καιρὸς, πλὴν ἱκανὰ τυγχάνει καὶ τὰ προτεθέντα παραστήσαι τὸ προκείμενον.