στήσαντες δὲ ἐνταῦθα τὸν λόγον, ἀποδεδειχότες ἂν εἴημεν ὡς οὐ μᾶλλον ἐκείνοις φάναι χρῆν ἢ ἡμῖν τὴν ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ προσδοκίαν ἁρμόττειν ἰσορρόπου δὲ Ἰουδαίοις καὶ Ἓλλησι τῆς τῶν ἐπηγγελμένων ἐλπίδος ἀποδειχθείσης, ὡς κατὰ τοῦτο μηδὲν τῶν ἐκ περιτομῆς λείπεσθαι τοὺς ἀπὸ τῶν ἐθνῶν διὰ Χριστοῦ σωθησομένους, ἐκ περιουσίας ἑξῆς ἐλέγξομεν, ὡς ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ καὶ τῇ τῶν ἐθνῶν κλήσει ἀπόπτωσιν παντελῆ καὶ ἀποβολὴν τοῦ παντὸς Ἰουδαίων ἔθνους τὰ θεῖα προαναφωνεῖ λόγια, βραχέσι μόνοις αὐτῶν καὶ ἀριθμῷ ληπτοῖς τὰ χρηστότερα θεσπίζοντα, καὶ ὡς ἁλώσεται αὐτῶν ἡ πόλις αὐτῷ ἱερῷ, πάντα τε τὰ σεμνὰ καθαιρεθήσεσθαι δηλοῦντα, ἃ καὶ ἔργοις πέφηνε δεδηλωμένα. πῶς δ’ ὑφ’ ἕν καὶ κατὰ τὸ αὐτὸ ἐπὶ τῆς τοῦ Χριστοῦ πασουσίας λύτρωσιν κακῶν τῷ Ἰσραὴλ καὶ ἀγαθῶν ἀπόλαυσιν, ἔμπαλίν τε στέρησιν ἀγαθῶν καὶ ἀπόπτωσιν τῆς τοῦ θεοῦ εὐσεβείας θεσπίζουσιν οἱ ἱεροὶ λόγοι κατὰ τὸν προσήκοντα καιρὸν διευκρινήσομεν. τέως δὲ ἐπίωμεν ἐπὶ τὸ πρῶτον, ὀλίγα τινὰ εἰς ἀπόδειξιν τῶν εἰρημένων ἀπὸ μυρίων ὂσων προφητειῶν ἀναλεξάμενοι. ἐπεὶ τοίνυν αὐτοὶ τὰς περὶ ἑαυτῶν χρηστοτέρας προφητείας προβάλλεσθαι ἡμῖν εἰώθασιν, ὡς ἂν αὐτοῖς μόνοις ὑπεσχημένων τῶν προüπηργμένων, ὥρα καὶ ἡμᾶς ἀντιπαραγαγεῖν καὶ ἀντιθεῖναι αὐτοῖς τὰς περὶ τῶν ἐθνῶν ἐπαγγελίας, ὧδέ πως παρὰ τοῖς αὐτῶν προφήταις φερομένας. ἁ. ’ Απὸ τῆς Γενέσεως. Ὡς εὐλογηθήσονται τὰ ἔθνη τῆς γῆς, ἐπὶ τῷ ὁμοίῳ τρόπῳ τῆς τοῦ Ἀβραὰμ προσηγορίας. “‘Ο δὲ κύριος εἶπεν, οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ. Ἀβραὰμ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ · καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.” Κρύφιον καὶ λεληθὸς τοὺς πολλοὺς μυστήριον μὴ κρύψειν φησὶν ὁ χρησμὸς, ἀποκαλύψειν δὲ τῷ θεοφιλεῖ. τοῦτο δὲ ἦν τὸ περὶ τῆς τῶν ἐθνῶν ἁπάντων τῶν εὐλογίας, ὃ πάλαι μὲν κέκρυπτο διὰ τὸ πάντα τὰ ἔθνη κατὰ τοὺς τοῦ Ἀβραὰμ χρόνους ἀφάτῳ πλάνῃ δεισιδαιμονίας κεκρατῆσθαι, νυνὶ δὲ τοῦτο καθ’ ἡμὰς ἀναπέφανται, ὅτε διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας τὸν αὐτὸν τῷ Ἀβραὰμ θεοσεβοῦντα τρόπον τῆς ἴσης αὐτῷ μετέχει εὐλογίας.