“Ἄισατε τῷ κυρίῳ ᾆσμα καινὸν, ᾄσατε κυρίῳ πᾶσα ἡ γῆ. ᾄσατε τῷ κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ, εὐαγγελίσασθε ἡμέρας τὸ σωτήριον αὐτοῦ· ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς.’ καὶ ἐπιλέγει “ ἐνέγκατε τῷ κυρίῳ αἱ πατριαὶ τῶν ἐθνῶν· ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ. καὶ ἑξῆς “ εἴπατε έν τοῖς ἔθνεσιν, ὁ κύριος ἐβασίλευσεν. καὶ γὰρ κατώρθωσεν τὴν οἰκουμένην. 10 Ps. 85, 8. 19 Ps. 95, 1. θ’. ᾿Απὸ τοὕ Πάντων τῶν ἐθνῶν, καὶ τῶν παρὰ πάντας δεισιδαιμονεστάτων Αἰγυπτίων, τοῦ μόνου καὶ ἀληθοῦς θεοῦ καὶ τῆς κατὰ τὸν θεῖον νόμον πνευματικῆς λατρείας τε καὶ ἑορτῆς ἐπίγνωσις. “ Καὶ ἔσται, ὅσοι ἄν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων ἐπὶ Ἱερουσαλὴμ, ἀναβήσονται κατ’ ἐνιαυτὸν τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι 5 καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας. καὶ ἔσται, ὅσοι ἂν μὴ ἀναβῶσιν ἐκ πάσης τῆς φυλῆς τῆς γῆς εἰς Ἱερουσαλὴμ, προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι, καὶ αὐτοὶ ἐκείνοις προστεθήσονται. ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ, μηδὲ ἔλθῃ, καὶ ἐπὶ τούτους ἔσται ἡ πτῶσις, ἣν πατάξει κύριος πάντα τὰ ἔθνη, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας, αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου, καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. ”