καὶ ἑξῆς ἐπιλέγει. “ ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ κύριος.” σαφῆ ταῦτα, οὐδ’ ἑρμηνείας δεόμενα. ς΄. ᾿Απὸ τοῦ ψαλμοῦ Εὐσεβείας ὁμοῦ καὶ σωφροσύνης ἀπαγγελία τοῖς ἔθνεσι, καὶ θεοῦ βασιλεία ἐπὶ τὰ ἔθνη. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλά- 6 Deut. 32, 4.3. 17 Ps. 21, 27. 28 Ps. 46, 1. ξατε τῷ θεῶ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι κύριος ὐψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.’ καὶ ἑξῆς ἐπιλέγει “ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεὸς, ψάλατε συνετῶς. ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη, ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ ᾿Αβραάμ. ” καὶ ταῦτα σαφῆ καὶ οὐδ’ ἑρμηνείας δεόμενα. ζ΄. ψαλμοῦ πέ. Δήλωσις εὐσεβείας τῶν ἐθνῶν. “ Οὐκ ἔστιν ὅμοιός σοι ἐνθέοις, κύριε, καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου. πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, κύριε. καὶ δοξάσουσι τὸ ὄνομά σου, ὅτι μέγας εἰ σὺ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ ὁ θεὸς μόνος.” ὁμοίως καὶ ταῦτα σαφῆ. ἡ. ψαλμοῦ ἦε. Δήλωσις πάντων τῶν ἐθνῶν εὐσεβείας καὶ ᾄσματος καινοῦ, καὶ βασιλείας θεοῦ, καὶ οἰκουμένης κατόρθωσις.