Εἶπεν δὲ αὐτῷ ὁ θεὸς, δῆλον δὲ ὅτι τῷ Ἰακὼβ, “ ἐγὼ κύριος ὁ θεὸς, αὐξάνου καὶ πληθύνου εἰς ἔθνη, καὶ συναγωγαὶ ἐθνῶν ἐκ σοῦ ἒσονται.” Κατὰ μὲν τὸ προφανὲς ἓν ἔθνος μόνον τὸ Ἰουδαίων ἀπὸ τοῦ Ἰακὼβ συνέστη. πῶς οὑν ἀληθεύοι ἂν πληθυντικῶς λέγων ὁ χρησμός; ἐπεὶ δὲ ὁ Χριστὸς τοῦ θεοῦ ἐκ σπέρματος Ἰακὼβ γενόμενος πολλὰς συναγωγὰς ἐθνῶν διὰ τῆς εὐαγγελικῆς αὐτοῦ 5 Gen. 26, 3. 24 Gen. 35, 11. συνεκρότησεν διδασκαλίας, εἰκότως εἰς αὐτὸν καὶ δι’ αὐτοῦ τὰ τῆς προφητείας τέλους τετύχηκεν ἤδη πρότερον, καὶ εἰσαῦθις ἔτι μᾶλλον τεύξεται. δ’ ᾿Απὸ τοῦ Δευτερονμίου. Δήλωσις τῆς κατὰ θεὸν εὐφροσύνης τῶν ἐθνῶν. “Εὐφράνθητε οὐρανοὶ ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες υἱοὶ θεοῦ. εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτοῦς πάντες ἄγγελοι θεοῦ. ’’ ἀντὶ δὲ τοῦ “ εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ’’ ὁ ᾿Αχύλας ‘‘ἐνοπή- σατε ’’ φησὶν ‘‘ ἔθνη λαὸς αὐτοῦ. ” καὶ Θεοδοτίων “ἀγαλλιᾶσθε ἔθνη λαὸς αὐτοῦ.” ε΄ . ᾿Απὸ τοῦ ψαλμοῦ ‘Ως τῶν περάτων τῆς γῆς καὶ τῶν ἐθνῶν ἀπάντων ἐπιστροφὴ έσται πρὸς ’τον θέον, γένεα τε ἡ ἥξουσα, καὶ λᾶος ὁ τεχθησόμενος τὴν αὐτοῦ δικαιοσύνην παραλήψεται. “ Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἶ πατριαὶ τῶν ἐθνῶν· ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.”