Ἴδοὺ δή σοι, θεῖον ἐπισκόπων χρῆμα, Θεόδοτε ἱερὲ θεοῦ ἄνθρωπε, σὺν θεῷ καὶ σὺν αὐτῷ γε τῷ σωτῆρι ἡμῶν τῷ τοῦ θεοῦ λόγῳ μετὰ τὴν πρώτην Προπαρασκευὴν τῆς Εύαγγελικῆς ὑποθέσεως, ἐν ὅλοις πεντεκαίδεκα συγγράμμασι διαπεπονημένην ἡμῖν, μέγα τοῦτο πρὸς ἡμῶν ἐξανύεται. δέχου δῆτα, ὦ φίλη κεφαλὴ, τὴν αἴτησιν, καὶ ταῖς εὐχαῖς ἡμῖν συμπόνει τὴν Εὐαγγελικὴν Ἀπόδειξιν ἤδη λοιπὸν ἐκ τῶν ἀνέκαθεν παρ’ Ἑβραίοις ἀνακειμένων προρρήσεων παραστήσασθαι πειρωμένοις. πῶς δὴ καὶ τίνα τρόπον; τοὺς θεοφιλεῖς ἐκείνους, οἶσθα δήπου τοὺς 4 Ἴδου — ] Initium operis (p. 1, 4 — 17,18). Ἴδου — ὁ παῖς σου καὶ ex codice Maurocordati primum edidit I. A. Fabricius in Delectu argumentorum et syllabo scriptorum de veritate religionis Christianae p. 1—22. cuius paginarum numeros in margine posuimus. Editiones Roberti Stephani (a. 1545.) et Parisina a. 1628, quae ex codice Parisiuo 469, aliquot ab initio foliis defecto, fluxerunt, incipiunt ab verbis ἡ παιδίσκη καὶ ὁ προσήλυτος (p. 17, 18). Harum editionum paginarum numeros ipsos quoque in margine annotavimus, prioris uncis quadratis [ ] iuclusos, alterius rotundis ( ). βοωμένους παρὰ τοῖς ἀνδράσι, Μωσέα δὴ λέγω καὶ τοὺς μετ’ αὐτὸν ἐκλάμψαντας θεοπρεπεῖς καὶ τοὺς μακαρίους προφήτας τε καὶ ἱεροφάντας, μάρτυσιν ἀποχρώμενοι ^ ἐξ αὐτῶν τ’ ἐπιδεικνύναι προῃρημένοι τὰ μακροῖς ὕστερον αἰῶσιν εἰς φῶς ἐλθόντα, καὶ διὰ τῆς τοῦ σωτῆρος εὐαγγελικῆς ἀποδείξεως πραγματευ- θέντα, τά τεκαθ’ ἡμὰς αὐτοὺς εἰσέτι νῦν πρὸ ὀφθαλ- μῶν συντελούμενα θείῳ πνεύματι προειληφότας, ὡς ἂν παρόντα τὰ μὴ παρόντα καὶ τὰ μηδέπω μηδαμῶς ὄντα ὡς ἐναργῶς ὄντα κατωπτευκότας, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τοῖς μετέπειτα διὰ γραφῆς τὰ μέλ- λοντά ποτε ἔσεσθαι προμεμηνυκότας ^ ὥστε ἤδη καὶ ἑτέρους ἐξ αὐτῶν εἰδέναι τε καὶ γνωρίζειν τὸ μέλλον δύνασθαι, ὁσημέραι τε προσδοκᾶν τῶν λογίων τὰ ἀποτελέσματα ποῖα δὲ ταῦτα; μυρία μὲν ἂν εἴη, καὶ ἄλλα παντοῖά τε καὶ περὶ πάντων, κοινῶν τε καὶ τῶν ἀνὰ μέρος, καθ’ ἕκαστόν τε ἄνδρα καὶ περὶ τῶν καθόλου, ἰδίως τε ἀμφὶ τῶν καθ’ Ἐβραίους π·ραγ- μάτων, καὶ αὖ πάλιν περὶ τῶν ἔξωθεν ἐθνῶν, οἶον δὴ πόλεων ἀναστάσεις, καιρῶν τε ἀλλαγὰς καὶ πραγ- μάτων μεταβολὰς, μελλόντων τε ἀγαθῶν παρουσίας, καὶ τῶν ἐναντίων ἐπιφορὰς, ἀνδραποδισμοὺς ἐθνῶν, πόλεων πολιορκίας, τῶν καθόλου βασιλείων μεταστά- μεταστάσεις τε καὶ καταστάσεις καὶ ἄλλα μυρία περὶ τῶν ἔσεσθαι μακροῖς ὕστερον χρόνοις μελλόντων προεκή- ρυττον. ἀλλ’ οὐ τούτων ὅ γε παρὼν καιρὸς τὸν ἔλεγχον ἡμᾶς ἀπαιτεῖ παραστήσασθαι, τὰ πολλὰ δὲ εἰσαῦθις ὑπερθεμένους, ἐκ τῆς τῶν παρατεθησομένων ἀληθείας ἠρέμα καὶ τῶν ἀποσεσιωπημένο,ν τὴν ἀπόδειξιν πιστώσεται.