οὐκοῦν καὶ θύομεν καὶ θυμιῶμεν· τοτὲ μὲν τὴν μνήμην τοῦ μεγάλου θύματος κατὰ τὰ πρὸς αὐτοῦ παραδοθέντα μυστήρια ἐπιτελοῦντες, καὶ τὴν ὑπὲρ σωτηρίας ἡμῶν ευχαριστίαν δι᾿ εὐσεβῶν ὕμνων τε καὶ εὐχῶν τῷ θεῷ προσκομίζοντες, τοτὲ δὲ σφᾶς αὐτοὺς ὅλῳ καθιεροῦντες αὐτῷ, καὶ τῷ γε ἀρχιερεῖ αὐτοῦ λόγῳ, αὐτῷ φυλάττειν ἀσκοῦμεν, παντὸς δὲ πάθους καὶ κηλῖδος ἁπάσης τῆς ἀπὸ κακίας κεκαθαρμένην τὴν διάνοιαν αὐτῷ προσκομίζομεν, λογισμοῖς τε ἀδιατιώτοις καὶ ἀπλάστῳ διαθέσει, δόγμασί τε ἀληθείας εὐσεβοῦμεν αὐτόν. ἀρεστὰ γὰρ αὐτῷ ταῦτα εἶναι μᾶλλον ἤ θυσιῶν πλῆθος αἵματι καὶ καπνῷ καὶ κνίσαις ἐπιτελουμένων πεπαιδεύμεθα. 7 Ps. 50, 17. 13 Ps. 140, 2. ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ Τὸν διὰ τῆς εὐαγγελικῆς διδασκαλίας ἅπασιν ἄνθρωποι, προβεβλημένον τῆς ἀληθοῦς εὐσεβείας τρόπον καὶ τὴν ἐν Χριστῷ πολιτείαν διελθὼν έν τῷ πρὸ τούτου συγγράμματι παραστήσας τε καὶ, ὡς οἶμαι, πείσας, ὅτι μηδὲ βουλομένοις δυνατὸν ἦν πᾶσι τοῖς ἔθνεσι κατὰ τὰ Ἰουδαίων νόμιμα ζῆν, αὐθις ἐπὶ τοῦ παρόντος ἄνωθεν ἐπαναλαβὼν τὸν λόγον ἐπάνειμι ἐπὶ τὰς ἐκ τῶν προφητικῶν φωνῶν μαρτυρίας, πρὸς τοὺς ἡμῶν κατηγόρους τῶν ἐκ περιτομῆς δαψιλεστέραν τὴν ἀπόκρισιν ποιησόμενος, ἐπεὶ μηδαμῶς ἡμῖν μετεῖναι ἔφασαν τῶν παρ’ αὐτοῖς ἀναγράπτων ἐπαγγελιῶν· αὐτῶν γὰρ καὶ τοὺς προφήτας γεγονέναι, αὐτοῖς καὶ τὸν Χριστὸν, ὃν δὴ φίλον αὐτοῖς ἀποκαλεῖν σωτῆρα καὶ λυτρωτὴν, κηρύττεσθαι, αὐτοῖς καὶ τὰς ἀναγράπτους ὑποσχέσεις προσδοκᾶν ἀποδοθήσεσθαι· ἡμᾶς δὲ περιττοὺς τούτων ὑπάρχειν, οἷα τὸ γένος ἀλλοφύλους ὄντας, οἷς τὰ χείριστα διὰ πασῶν τῶν προφητειῶν θεσπίζεσθαι. πρὸς δὴ οὖν ταῦτα, φέρε, ἐξ αὐτῶν τῶν παρ’ αὐτοῖς προφητικῶν βίβλων τὴν πρὸς αὐτοὺς ἀπάντησιν ποιησώμεθα. τὸ μὲν οὖν παρ’ αὐτοῖς ἐπηγγέλθαι τὸν Χριστὸν τοῦ θεοῦ, καὶ τὴν ἄφιξιν αὐτοῦ λύτρωσιν τῷ Ἰσραὴλ κηρύττειν, οὐδ’ ἂν ἡμεῖς ἀρνη- θείημεν, ὁμολογουμένως διὰ πάσης αὐτῶν γραφῆς προδήλως τούτου παρισταμένου ’ τοῦ γε μὴν ἀπο- κλείειν τὰ ἔθνη τῶν ἐπὶ τῷ Χριστῷ προσδοκωμένων ἀγαθῶν, ὡς ἂν μόνῳ τῷ Ἰσραὴλ, οὐχὶ δὲ καὶ τοῖς ἔθνεσιν ἐπηγγελμένων, οὐκέτι δίκαιον αὐτοῖς συγχωρεῖν παρὰ τὴν τῶν θείων γραφῶν τοῦτο φάσκουσι μαρτυρίαν. Πρῶτον οὑν, ἐπειδήπερ αὐτοὶ τὰς ὑπὲρ αὐτῶν b χρηστοτέρας φωνὰς ἀναλέγεσθαι εἰώθασι καὶ ταύτας διὰ στόματος ἀπομνημονεύειν, ἀντιπαραθῶμεν αὐτοῖς τὰς περὶ τῶν ἐθνῶν ἐξ αὐτῶν τῶν προφητειῶν ἀποδείξεις, παριστώσας ὡς ἄρα μυρίαι ὅσαι προρρήσεις ἀγαθὰ καὶ σωτήρια πᾶσι τοῖς ἔθνεσιν ἐθέσπιζον, καὶ ὡς οὐδ’ ἄλλως ἔφασκον ἀποτελεσθήσεσθαι τὰ ἐπηγγελμένα τοῖς ἔθνεσιν ἢ διὰ μόνης τῆς τοῦ Χριστοῦ παρουσίας.