καὶ πάλιν ‘‘ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή” καὶ αὖθις “ θυσία τῷ θεῷ πνεῦμα συντε- τριμμενον.” Πάντα δὴ οὖν ταῦτα ἐξ αἰῶνος τεθεσπισμένα διὰ τῆς εὐαγγελικῆς τοῦ σωτῆρος ἡμῶν διδασκα- λίας κατὰ τὸν παρόντα καιρὸν πρὸς ἁπάντων τῶν ἐθνῶν ἐκτελεῖται, ἀληθείας ἐπιμαρτυρούσης τῇ προφητικῇ φωνῇ, δι’ ἧς, τὰς κατὰ Μωσέα θυσίας ὁ θεὸς παραιτησάμενος, τὸ μέλλον ἔσεσθαι καθ’ ἡμᾶς αὐτοὺς θεσπίζει λέγων διὸ ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς 1 Es. 25, 6. 16 Ps. 50, 14. 19 Ps. 141, 2. 20 Ps. 51, 17. 28 Mal. 1, 11. ἔθνεσι. καὶ ἐν παντὶ τόπῳ θυμίαμα προςάγεται τῷ ὀν’ ματί μου καὶ θυσία καθαρά.” Θύομεν δῆτα τοιγαροῦν τῷ ἐπὶ πάντων θεῷ θυσίαν αἰνέσεως· θύομεν τὸ ἔνθεον καὶ σεμνὸν καὶ ἱεροπρεπὲς θῦμα· θύομεν καινῶς κατὰ τὴν καινὴν διαθήκην τὴν καθαρὰν θυσίαν. θυσίαν. θυσία δὲ τῷ θεῷ πνεῦμα συντετριμμένον εἴρηται. “καρδίαν γοῦν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει.” καὶ δὴ καὶ θυμιῶμεν τὸ προφητικὸν θυμίαμα, ἐν παντὶ τόπῳ προσκομίζοντες αὐτῷ τὸν εὐώδη καρπὸν τῆς παναρέτου θεολογίας, διὰ τῶν πρὸς δάσκει προφήτης, ὁ φήσας, “γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου.”