[Καὶ ταῦτα ἐν τινι ἀντιγράφῳ ἐν τῷ ὀγδόῳ τόμῳ εὕρομεν] [Προοίμιον] Ἔτος τοῦτο ἦν ἐννεακαιδέκατον τῆς Διοκλητιανοῦ βασιλείας, Ξανθικὸς μὴν, ὃς λέγοιτ᾿ ἂν Ἀπρίλλιος κατὰ ῾Ρωμαίους, ἐν ᾧ τῆς τοῦ σωτηρίου πάθους ἑορτῆς ἐπιλαμβανούσης ἡγεῖτο μὲν Φλαβιανὸς τοῦ τῶν Παλαιστίνων ἔθνους, ἥπλωτο δ᾿ ἀθρόως πανταχοῦ γράμματα, τὰς μὲν ἐκκλησίας εἰς ἔδαφος φέρειν, τὰς δὲ γραφὰς ἀφανεῖς πυρὶ γενέσθαι προστάττοντα, καὶ τοὺς μὲν τιμῆς ἐπειλημμένους ἀτίμους, τοὺς δὲ ἐν οἰκετίαις, εἰ ἐπιμένοιεν τῇ τοῦ Χριστιανισμοῦ προθέσει, ἐλευθερίας στερίσκεσθαι προαγορεύοντα. καὶ ἡ μὲν τῆς πρώτης καθ᾿ ἡμῶν γραφῆς τοιαύτη τις ἦν δύναμις. μετ᾿ οὐ πολὺ δὲ ἑτέρων ἐπιφοιτησάντων γραμμάτων προσετάττετο τοὺς τῶν ἐκκλησιῶν προέδρους πάντας πανταχῆ πρῶτον μὲν δεσμοῖς παραδίδοσθαι, εἴθ᾿ ὕστερον πάσῃ μηχανῇ θύειν ἐξαναγκάζεσθαι.