εἰ δὲ χρὴ μνήμην ποιησαμένους καὶ τῆς πατρίδος αὐτοῦ κοσμῆσαι καὶ ταύτην διὰ τοῦ προαχθέντος ἐξ αὐτῆς γενναίου τῆς θεοσεβείας ἀθλητοῦ, εὐλόγως αὖ καὶ τοῦτο ποιήσομεν. εἴ τις ἄρα Παγὰς ἐπίσταται τῆς Λυκίας οὐκ ἄσημον πόλιν, ἐντεῦθεν ὁρμώμενος ὁ νεανίας, μετὰ τὴν ἐπάνοδον τῆς κατὰ τὴν Βηρυτὸν παιδείας, τοῦ πατρὸς αὐτῷ τὰ πρωτεῖα τῆς πατρίδος ἀποφερομένου, μὴ οἷός τε φέρειν τὴν ἅμα τῷ πατρὶ καὶ τοῖς τῷ γένει προσήκουσι συνουσίαν, ὅτι μηδὲ ζῆν αὐτοῖς ἐδόκει κατὰ τοὺς τῆς θεοσεβείας θεσμοὺς, πνεύματι δ’ ὥσπερ θείῳ κατεσχημένος, καὶ κατά τινα φυσικὴν, μᾶλλον δ’ ἔνθεον καὶ ἀληθῆ φιλοσοφίαν μεῖζον φρονήσας τῆς νενομισμένης τοῦ βίου δόξης, τῆς τε τῶν σωμάτων τῶν καταπτύσας ἡδυπαθείας, κρύβδην τοὺς οἱκεἰους ἀποδρὰς, καὶ μηδὲ τῶν ἐφημέρων δαπανῶν ἐπιστραφεὶς ἐλπίδι καὶ πίστει τῇ εἰς θεὸν, ἤγετο πρὸς τοῦ θείου πνεύματος χειραγωγούμενος ἐπὶ τὴν Καισαρέων πόλιν, ἔνθα ἡτοίμαστο αὐτῷ ὁ τοῦ μαρτυρίου τῆς θεοσεβείας στέφανος.