πᾶσι δῆτα συγχύσεως οὐ μικράς ἐπῃωρημένης, καὶ ἄλλων ἄλλοσε διασπειρομένων, διαδρᾶναί τε τὸ δεινὸν ἐπιμελὲς ποιουμένων, χαλεπῆς τε τὸ πᾶν ἐπεχούσης κινήσεως, τίς ἂν ἐξαρκέσειεν ἡμίν λόγος εἰς τὴν ἐπαξίαν διήγησιν τοῦ θείου ἔρωτος καὶ παρρησίας τῆς εἰς θεὸν ὁμολογίας τοῦ μακαρίου καὶ ὡς ἀληθῶς ἀμνοῦ ἀκάκου, μάρτυρος Ἀπφιανοῦ φημὶ, τοῦ πρὸ πυλῶν ἐπὶ θεωρίαν ἅπασι τοῖς κατὰ Καισάρειαν θαυμαστὸν παράδειγμα τῆς εἰς τὸν μόνον θεὸν εὐσεβείας προβεβλημένου; εἰκοστὸν κόστον ἔτος οὐδέπω τοῦτο τῆς τοῦ σώματος ἡλικίας ἦν αὐτῷ. πρῶτον μὲν οὖν τῆς Ἑλλήνων παιδείας ἕνεκα κοσμικῆς ἐτύγχανε γὰρ καὶ τῶν κατὰ κόσμον εὖ μάλα πλούτῳ περιρρεομένων) τὸν πλείονα κατὰ τὴν Βηρυτὸν διατρίψας χρόνον, παράδοξον καὶ εἰπεῖν, ὡς ἐν τοιαύτῃ πόλει τῶν νεωτερικῶν ἐπιθυμιῶν ὑπεράνω γενόμενος, καὶ μήθ’ ὑπὸ ἀκμῆς τοῦ σώματος μήθ’ ὑπὸ τῆς τῶν νέων ἑταιρίας διαφθαρεὶς τὸν τρόπον σωφροσύνην ἠσπάζετο, κοσμίως καὶ σεμνῶς καὶ εὐσεβῶς κατὰ τὸν αἱροῦντα Χριστιανισμῷ λόγον διεξάγων καὶ τὸν ἑαυτοῦ παιδαγωγῶν βίον.