ἅμα τε γὰρ αὕτη τοῖς πᾶσι δίκην φωτὸς ὡσὰν ἐκ ζοφερᾶς καὶ σκοτεινοτάτης νυκτὸς ἀνατέταλκε, καὶ αὖ πάλιν τὰ κοινὰ τῆς Ῥωμαίων ἡγεμονίας αὖθις εὐσταθῆ καὶ φίλια καὶ εἰρηναῖα ἦν, τὴν ἐκ προγόνων εἰς ἀλλήλους εὔνοιαν ἀπολαμβάνοντα. ἀλλὰ τούτων μὲν κατὰ τὸν προσήκοντα καιρὸν ἐντελέστερον ἀποδώσομεν τὸν λόγον. νυνὶ δὲ ἐπὶ τὴν τῶν ἐξῆς ἀπίωμεν ἀκολουθίαν. Μαξιμῖνος Καῖσαρ αὐτόθεν ἐπὶ τὴν ἀρχὴν παρελθὼν ὥσπερ τῆς ἐμφύτου θεοεχθρίας αὐτοῦ καὶ δυσσεβείας τὰ σύμβολα τοῖς πᾶσιν ἐνδεικνύμενος, γεννικώτερον ἢ οἱ πρόσθεν τῷ καθ’ ἡμῶν ἐπαπεδύετο διωγμῷ.