Δευτέρου δ’ ἔτους διαλαβόντος, καὶ δὴ σφοδρότερον ἐπιταθέντος τοῦ καθ’ ἡμῶν πολέμου, τῆς ἐπαρχίας ἡγουμένου τηνικάδε Οὐρβανοῦ, γραμμάτων τούτῳ πρῶτον βασιλικῶν πεφοιτηκότων, ἐν οἷς καθολικῷ προστάγματι πάντας πανδημεὶ τοὺς κατὰ πόλιν θύειν τε καὶ σπένδειν τοῖς εἰδώλοις ἐκελεύετο, Τιμόθεος ἐν Γάζῃ πόλει τῆς Παλαιστίνης μυρίας ἀνατλὰς βασάνους, ἐπὶ πάσαις λεπτῷ καὶ μαλθακῷ πυρὶ παραδοθεὶς, δοκιμὴν γνησιωτάτην τῆς περὶ τὸ θεῖον γνησιωτάτης εὐσεβείας διὰ τῆς πρὸς πάντα ὑπομονῆς παρασχὼν, τὸν τῶν ἱερονικῶν τῆς θεοσεβείας ἀθλητῶν στέφανον ἀπηνέγκατο. τούτῳ δ’ ἅμα γενναιοτάτην ἔνστασιν ἐπιδειξάμενοι Ἀγάπιος καὶ ἡ καθ’ ἡμᾶς Θέκλα θηρίοις εἰς βορὰν κατεδικάσθησαν. τὰ ἐπὶ τούτοις τίς ἰδὼν οὐκ ἐθαύμασεν, ἡ· καὶ ἀκοῇ μαθὼν οὐκ ἐξεπλάγη; πάνδημον γάρ τοι τῶν ἐθνῶν ἑορτὴν καὶ συνήθεις θέας ἀγόντων, μετὰ τῶν ἄλλως αὐτοῖς σπουδαζομένων καὶ τοὺς ἀρτίως θηρίοις κατακριθέντας πολὺς ἦν ὁ λόγος ἐπιδείξεσθαι τὸν ἀγῶνα.