οὕτως ἐκ παντὸς τὸ δοκεῖν ἠνυκέναι αὐτοῖς περὶ πολλοῦ ὑπῆρχεν. ἐκ δὴ οὖν τῶν τοσούτων μόνοι τοῦ τῶν ἁγίων μαρτύρων κατηξιώθησαν στεφάνου Ἀλφειὸς καὶ Ζακχαῖος, οἱ μετὰ μάστιγας καὶ ξεσμοὺς, δεσμά τε χαλεπὰ καὶ τὰς ἐπὶ τούτοις ἀλγηδόνας, ἑτέρας τε διαφόρους ἐξετάσεις, νυχθήμερον ὑπὸ τέσσαρα τοῦ κολαστηρίου ξύλου κεντήματα τοὺς πόδας παραταθέντες, Δίου μηνὸς ἑπτακαιδεκάτῃ αὕτη παρὰ Ῥωμαίοις ἡ πρὸ δεκαπέντε Καλανδῶν Δεκεμβρίων) μόνον ἴνα θεὸν καὶ Χριστὸν βασιλέα Ἰησοῦν ὁμολογήσαντες, ὥς τι βλάσφημον φθεγξάμενοι, ὁμοίως τῷ προτέρῳ μάρτυρι τὰς κεφαλὰς ἀπετμήθησαν. Μνήμης δ’ ἄξια τυγχάνει καὶ τὰ περὶ Ῥωμανὸν ἐν Ἀντιοχείᾳ ἐπὶ τῆς αὐτῆς ἡμέρας ἀποτελεσθέντα. Παλαιστῖνός γὰρ οὗτος ὢν, διάκονός τε καὶ ἐπορκιστὴς τῆς ἐν Καισαρείᾳ παροικίας, ὁμοῦ τῇ τῶν ἐκκλησιῶν καθαιρέσει γενόμενος ἐκεῖσε, πλείους ἄνδρας ἅμα γυναιξὶ καὶ τέκνοις σωρηδὸν τοῖς εἰδώλοις προσιόντας τε καὶ θύοντας ἐνιδὼν. ἀνύποιστον ἡγησάμενος τὴν θέαν, ζήλῳ θεοσεβείας πρόσεισι, κἀκείνοις μεγάλῃ φωνῇ κεκραγὼς ἐπιπλήττει.