μετὰ δὲ τοῦτο ἐπὶ τῆς αὐτῆς πόλεως πλεῖστοι ὅσοι τῶν ἐπιχωρίων ἐκκλησιῶν ἄρχοντες, δειναῖς αἰκίαις προθύμως διαθλήσαντες, μεγάλων ἀγώνων ἱστορίαν τοῖς ἐνορῶσιν ἐνεδείξαντο, ἄλλοι δὲ ὑπὸ δειλίας τὴν ψυχὴν προναρκήσαντες προχείρως οὕτως ἀπὸ πρώτης ἐξησθένησαν προσβολῆς, τῶν δὲ λοιπῶν ἕκαστος εἴδη διάφορα βασάνων διήλλαττον, τοτὲ μὲν μάστιξιν ἀνηρίθμοις, τοτὲ δὲ στρεβλώσεσι καὶ καταξάνσεσι τῶν πλευρῶν δεσμοῖς τε ἀνυπομονήτοις, ὑφ’ ὧν τισὶ καὶ παρεθῆναι συνέβη τὰς χεῖρας. ὅμως δ’ οὖν ἔφερον τὸ ἀποβὰν ἀκολούθως ταῖς ἀπορρήτοις κρίσεσι τοῦ θεοῦ τέλος. ὁ μὲν γὰρ ἑτέρων κατεχόντων αὐτοῦ τὼ χεῖρε καὶ τῷ βωμῷ προσαγόντων, τήν τε μιαρὰν καὶ ἐναγῆ θυσίαν κατὰ τῆς δεξιᾶς ἐπιρριπτούντων, ὡς ἂν τεθυκὼς ἀπηλλάττετο, ὁ δὲ μηδ’ ὅλως ἐφαψάμενος, εἰρηκότων δ’ ἑτέρων ὅτι τεθύκοι, σιωπήσας ἀπῄει, ἄλλος ἡμιθανὴς αἰρόμενος ὡσὰν ἤδη νεκρὸς ἐρρίπτετο καὶ ἀνίετό γε τῶν δεσμῶν, ἐν τεθυκόσιν αὐτοῖς λελογισμένος, ὁ δὲ βοῶν καὶ μαρτυρόμενος, ὅτι μὴ 6 Hom. II. 2, 204. πείθοιτο, κατὰ στόματος παιόμενος, πολυχειρίᾳ τε τῶν ἐπὶ τούτῳ τεταγμένων κατασιγαζόμενος, μετὰ βίας ἐξωθεῖτο, καὶ εἰ μὴ τεθυκὼς ἦν.