Πρῶτος τοιγαροῦν τῶν ἐπὶ Παλαιστίνης μαρτύρων Προκόπιος, πρὶν ἢ φυλακῆς πεῖραν λαβεῖν, εὐθὺς ἀπὸ πρώτης εἰσόδου τοῖς ἡγεμονικοῖς παρα- στὰς δικαστηρίοις, θύειν τε τοῖς λεγομένοις προσταχθεὶς θεοῖς, ἔνα μόνον ἔφησεν εἰδέναι, ᾧ καθῆκεν ὡς αὐτὸς βούλεται θύειν· ὡς δὲ κἂν τοῖς βασιλεῦσι τέσσαρσι σπένδειν ἐκελεύετο, ῥῆμά τι φθεγξάμενος τῶν οὐ προσηνῶν αὐτοῖς αὐτίκα τὴν κεφαλὴν άποτέμνεται, τὸ ποιητικὸν εἰπὼν ἐκεῖνο “οὐκ ἀγαθὸν πολυκοιρανίη, εἷς κοίρανος ἔστω, εἶς βασιλεύς.” Δεσίου μηνὸς ἑβδόμῃ, πρὸ ἑπτὰ εἰδῶν Ἰουνίων λέγοιτ’ ἂν παρὰ Ῥωμαίοις, ἡμέρᾳ τετράδι σαββάτου τοῦτο πρῶτον ἐπὶ Καισαρείας τῆς Παλαιστίνης ἀπετελέσθη σημεῖον.