εἶθ’ ἑξῆς τὰς οἰκήσεις αὐτῶν ὁποῖαί τινες ἦσαν διαγράψας περὶ τῶν κατὰ χώραν ἐκκλησιῶν ταῦτά φησιν ἐν ἑκάστῃ δὲ οἰκίᾳ ἐστὶν οἴκημα ἱερὸν ὃ καλεῖται σεμνεῖον καὶ μοναστήριον, ἐν ᾧ μονούμενοι τὰ τοῦ σεμνοῦ βίου μυστήρια τελοῦνται , μηδὲν εἰσκομίζοντες , μὴ ποτὸν, μὴ σιτίον , μηδέ τι τόν ἄλλων ὅσα πρὸς τὰς τοῦ σώματος χρείας ἀναγκαῖα, ἀλλὰ νόμους καὶ λόγια θεσπισθέντα διὰ προφητῶν καὶ ὕμνους, καὶ τἄλλα οἶς ἐπιστήμη καὶ εὐσέβεια συναύξονται καὶ τελειοῦν- ται.’ καὶ μεθ’ ἕτερά φησι “ τὸ δ’ ἐξ ἑωθινοῦ “ μέχρις ἑσπέρας διάστημα σύμπαν αὐτοῖς ἐστιν ἄσκη- 4 Act. 4, 34. 10 Phil. vol. 2. p. 474. 475. “ σις. ἐντυγχάνοντες γὰρ τοῖς ἱεροῖς γράμμασι τὴν “πάτριον φιλοσοφοῦσι σοφίαν ἀλληγοροῦντες, ἐπειδὴ “σύμβολα τὰ τῆς ῥητῆς ἑρμηνείας νομίζουσιν ἀποκε- “κρυμμένης φύσεως, ἐν ὑπονοίαις δηλουμένης. “ ἔστι δ’ αὐτοῖς καὶ συγγράμματα παλαιῶν ἀνδρῶν, “ οἳ τῆς αἱρέσεως αὐτῶν ἀρχηγέται γενόμενοι πολλὰ “ μνημεῖαδ τῆς ἐν τοῖς ἀλληγορουμένοις ἰδέας ἀπέλιπον, “ οἷς καθάπερ τισὶν ἀρχετύποις χρώμενοι μιμοῦνται τῆς προαιρέσεως τὸν τρόπον. ταῦτα μὲν ἔοικεν εἰρῆσθαι τῷ ἀνδρὶ, τὰς ἱερὰς ἐξηγουμένων αὐτῶν ἐπακροασαμένῳ γραφάς. τάχα δ’ εἰκὸς, ἅ φησιν ἀρχαίων παρ’ αὐτοῖς εἶναι συγγράμματα, τά τε εὐαγγέλια καὶ τὰς τῶν ἀποστόλων γραφὰς , διηγήσεις τέ τινας κατὰ τὸ εἰκὸς τῶν πάλαι προφητῶν ἐρμηνευγικὰς, ὁποίας ἥ τε πρὸς Ἑβραίους καὶ ἄλλαι πλείους τοῦ Παύλου περιέχουσιν ἐπιστολαὶ, ταῦτ’ εἷναι. εἶτα πάλιν ἑξῆς περὶ τοῦ νέους αὐτοὺς ποιεῖσθαι ψαλμοὺς οὕτως γράφει “ ὥστ’ οὐ θεωροῦσι μόνον, “ ἀλλὰ καὶ ποιοῦσιν ᾄσματα καὶ ὕμνους εἰς τὸν θεὸν διὰ παντοίων μέτρων καὶ μελῶν, ῥυθμοῖς σεμνο- ‘τέροις ἀναγκαίως χαράσσοντες.’’