πολλὰ μὲν οὖν καὶ ἄλλα, περὶ ὧν ὁ λόγος, ἐν ταὐτῷ διέξεισιν, ἐκεῖνα δ’ ἀναγκαῖον ἐφάνη δεῖν ἀναλέξασθαι, δι’ ὧν τὰ χαρακτηριστικὰ τῆς ἐκκλησιαστικῆς ἀγωγῆς ὑποτίθεται. εἰ δέ τῳ μὴ δοκεῖ τὰ εἰρημένα ἴδια εἶναι τῆς κατὰ τὸ εὐαγγέλιον πολιτείας, δύνασθαι δὲ καὶ ἄλλοις παρὰ τοὺς δεδηλωμένους ἁρμόττειν, πειθέσθω κἂν ἀπὸ τῶν ἑξῆς αὐτοῦ φωνῶν, ἐν αἷς ἀναμφήριστον, εἰ εὐγνωμονοίη, κομίσεται τὴν περὶ τοῦδε μαρτυρίαν. γράφει γὰρ ὧδε “ ἐγκράτειαν δ’ ὥσπερ τινὰ θεμέλιον 18 Philo vol. 2. p. 476. “ προκαταβαλλόμενοι τῇ ψυχῇ τἀς ἄλλας ἐποικοδομοῦσιν ἀρετάς σιτίον δὲ ἢ ποτὸν οὐδεὶς ἂν αὐτῶν “ προσενέγκαιτο πρὸ ἡλίου δύσεως, ἐπεὶ τὸ μὲν φιλο- “ σοφεῖν φωτὸς ἄξιον κρίνουσιν εἶναι, σκότους δὲ τὰς “ τοῦ σώματος ἀνάγκας, ὅθεν τῷ μὲν ἡμέρας, ταῖς δὲ ‘νυκτὸς βραχύ τι μέρος ἀπένειμαν. ἔνιοι δὲ καὶ “ διὰ τριῶν ἡμερῶν ὑπομιμνήσκονται τροφῆς, οἶς πλείων ὁ πόθος ἐπιστήμης ἐνίδρυται, τινὲς δ’ οὕτως “ ἐνευφραίνονται καὶ τρυφῶσιν , ὑπὸ σοφίας ἑστιώ- “ μένοι πλουσίως καὶ ἀφθόνως τὰ δόγματα χορηγού- “ σῆς , ὡς καὶ πρὸς διπλασίονα χρόνον ἀντέχειν , καὶ ‘ μόγις δι’ ἒξ ἡμερῶν ἀπογεύεσθαι τροφῆς ἀναγκαίας ἐθισθέντες. ταύτας τοῦ Φίλωνος σαφεῖς καὶ ἀναν- τιρρήτους περὶ τῶν καθ’ ἡμᾶς ὑπάρχειν ἡγούμεθα λέξεις εἰ δ‘ ἐπὶ τούτοις ἀντιλέγων τις ἔτι σκληρύνοιτο, καὶ οὗτος ἀπαλλαττέσθω τῆς δυσπιστίας, ἐναργεστέραις πειθαρχῶν ἀποδείξεσιν , ἃς οὐ παρά τισιν, ἢ μόνῃ τῇ τῶν Χριστιανῶν εὑρεῖν ἔστι κατὰ τὸ εὐαγγέλιον θρησκείᾳ.