[Nic. H. E. II, 15] Τοῦτον δὲ τὸν Μάρκον πρῶτόν φασιν ἐπὶ τῆς Αἰγύπτου στειλάμενον τὸ εὐαγ- γέλιον ὃ δή καὶ συνεγράψατο κηρῦξαι, ἐκκλησίας τε πρῶτον ἐπ᾿ αὐτῆς ᾿Αλεξανδρείας συστήσασθαι. το- σαύτη δ᾿ ἄρα τῶν αὐτόθι πεπιστευκότων πληθὺς ἀνδρῶν τε καὶ γυναικῶν ἐκ πρώτης ἐπιβολῆς συνέ- στη, δι᾿ ἀσκήσεως φιλοσοφωτάτης τε καὶ σφοδροτάτης, ὡς καὶ γραφῆς αὐτῶν ἀξιῶσαι τὰς διατριβὰς καὶ τὰς συνηλύσεις, τά τε συμπόσια καὶ τὴν ἄλλην πᾶσαν τοῦ βίου ἀγωγὴν τὸν Φίλωνα. Nic. H. E. II, 16-17] Ὃν καὶ λόγος ἔχει κατὰ Κλαύδιον ἐπὶ τῆς ῾Ρώμης εἰς ὁμιλίαν ἐλθεῖν Πέτρῳ, τοῖς ἐκεῖσε τότε κηρύττοντι. καὶ οὐκ ἀπεικὸς ἂν εἴη τοῦτό γε, ἐπεὶ καὶ ὅ φαμεν αὐτῷ σύγγραμμα εἰς ὕστερον καὶ μετὰ χρόνους αὐτῷ πεπονημένον, σαφῶς τοὺς εἰσέτι νῦν καὶ εἰς ἡμᾶς πεφυλαγμένους τῆς ἐκκλησίας περιέχει κανόνας. ἀλλὰ καὶ τὸν βίον τῶν παρ᾿ ἡμῖν ἀσκητῶν ὡς ἔνι μάλιστα ἀκριβέστατ ἱστορῶν γένοιτ᾿ ἂν ἔκδηλος οὐκ εἰδὼς μόνον, ἀλλὰ καὶ ἀποδεχόμενος, ἐκθειάζων τε καὶ σεμνύνων τοὺς 9 Peter. 1, 5, 13. κατ’ αὐτὸν ἀποστολικοὺς ἄνδρας, ἐξ Ἑβραίων , ὡς ἔοικε, γεγονότας, ταύτῃ τε ἰουδαϊκώτερον τῶν παλαιῶν ἔτι τὰ πλεῖστα διατηροῦντας ἐθῶν. πρῶτόν γέ τοι τὸ μηδὲν πέρα τῆς ἀληθείας οἴκοθεν καὶ ἐξ ἑαυτοῦ προσθήσειν· ἐν οἷς ἱστορήσειν ἔμελλεν ἀπισχυρισάψενος, ἐν ᾧ ἐπέγραψε λόγῳ περὶ βίου θεωρητικοῦ ἢ ἱκετῶν θεραπευτὰς αὐτοὺς καὶ τὰς σὺν αὐτοῖς γυναῖκας θεραπευτρίδας ἀποκαλεῖσθαί φησι τὰς αἰτίας ἐπειπὼν τῆς τοιᾶσδε προσρήσεως · ἤτοι γὰρ παρὰ τὸ τὰς ψυχὰς τῦν προσιόντων αὐτοῖς τῶν ἀπὸ κακίας παθῶν ἰατρῶν δίκην ἀπαλλάττοντας ἀκεῖσθαι καὶ θεραπεύειν, ἢ τῆς περὶ τὸ θεῖον καθαρὰς καὶ εἰλικρινοῦς θεραπείας τε καὶ θρησκείας ἕνεκα.