τὰ δὲ τούτων αὐτοῖς ἀπορρητότερα, ὧν φασι τὸν πρῶτον ὢ 11 Iren. 1, 23. p. 98. ἐπακούσαντα ἐκπλαγήσεσθαι, καὶ κατά τι παρ’ αὐτοῖς λόγιον ἔγγραφον θαμβωθήσεσθαι, θάμβους ὡς ἀληθῶς καὶ φρενῶν ἐκστάσεως καὶ μανίας ἔμπλεα τυγχάνει, τοιαῦτα ὄντα, ὡς μὴ μόνον μὴ δυνατὰ εἶναι παραδοθῆναι γραφῆ̣, ἀλλ’ οὐδὲ χείλεσιν αὐτὸ μόνον δι’ ὑπερβολὴν αἰσχρουργίας τε καὶ ἀρρητοποιίας ἀνδράσι σώφροσι λαληθῆναι. ὅ τι ποτὲ γὰρ ἂν εἴη ἢ ἐπινοηθείη παντὸς αἰσχροῦ μιαρώτερον, τοῦτο πᾶν ὑπερηκόντισεν ἡ τῶνδε μυσαρωτάτη αἵρεσις, ταῖς ἀθλίαις καὶ παντοίων ὡς ἀληθῶς κακῶν σεσωρευμέναις γυναιξὶν ἐγκαταπαιζόντων. [Nic. H. E. 14] Τοιούτων κακῶν πατέρα καὶ δημιουργὸν τὸν Σίμωνα κατ’ ἐκεῖνο καιροῦ, ὡσπερεὶ μέγαν καὶ μεγάλων ἀντίπαλον τῶν θεσπεσίων τοῦ σωτῆρος ἡμῶν ἀποστόλων , ἡ μισόκαλος καὶ τῆς ἀνθρώπων ἐπίβουλος σωτηρίας πονηρὰ δύναμις προυστήσατο. ὅμως δ’ οὖν ἡ θεία καὶ ὑπερουράνιος χάρις, τοῖς αὐτῆς συναιρομένη διακόνοις, δι’ ἐπιφανείας αὐτῶν καὶ παρουσίας ἀναπτομένην τοῦ πονηρου τὴν φλόγα ᾗ τάχος ἐσβέννυ , ταπεινοῦσα δι’ αὐτῶν καὶ καθαιροῦσα πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τ(??) γνώσεως τοῦ θεοῦ. διὸ δὴ οὔτε Σίμωνος ὁ ἄλλου του τῶν τότε φυέντων συγκρότημά τι κατ’ αὐτοὺς ἐκείνους τοὺς ἀποστολικοὺς ὑπέστη χρόνους. ὑπερενίκα γάρ τοι καὶ ὑπερίσχυεν ἅπαντα τὸ τῆς ἀληθείας φέγγος, ὅ τε λόγος αὐτὸς ὁ θεῖος ἄρτι θεόθεν ἀνθρώποις ἐπιλάμψας, αὐτός τε ἐπὶ γῆς ἀκμάζω καὶ τοῖς ἰδίοις ἀποστόλοις ἐμπολιτευόμενος.