μετὰ σπουδῆς οὖν εἰς τὸ βασίλειον “ ἐκομίσθη, καὶ διῆξε λόγος εἰς πάντας , ὡς ἔχοι τοῦ “τεθνάναι παντάπασι μετ’ ὀλίγον. ἡ πληθὺς δ’ αὐ- “ τίκα σὺν γυναιξὶ καὶ παισὶν ἐπὶ σάκκον καθεσθεῖσα ‘ τῷ πατρίῳ νόμῳ τὸν θεὸν ἱκέτευον ὑπὲρ τοῦ βασιλέως, οἰμωγῆς τε πάντ’ ἦν ἀνάπλεα καὶ θρήνων. ‘·ἐν ὑψηλῷ δ’ ὁ βασιλεὺς δωματίῳ κατακείμενος καὶ κάτω βλέπων αὐτοὺς πρηνεῖς προσπίπτοντας ἄδα “ κρυς οὐδ’ αὐτὸς ἔμενεν. συνεχῶς δ’ ἐφ’ ἡμέρας “ πέντε τῷ τῆς γαστρὸς ἀλγήματι διεργασθεὶς τὸν βίον “ κατέστρεψεν , ἀπὸ γενέσεως ἄγων πεντηκοστὸν ἔτος “ καὶ τέταρτον, τῆς δὲ βασιλείας ἕβδομον. τέσσαρας “ μὲν οὖν ἐπὶ Γαίου Καίσαρος ἐβασίλευσεν ἐνιαυτοὺς, “ τῆς Φιλίππου μὲν τετραρχίας εἰς τριετίαν ἄρξας, τῷ ‘τετάρτῳ δὲ καὶ τὴν Ἡρώδου προσειληφὼς, τρεῖς δ’ “ ἐπιλαβὼν τῆς Κλαυδίου Καίσαρος αὐτοκρατορίας.’ ταῦτα τὸν Ἰώσηπον μετὰ τῶν ἄλλων ταῖς θείαις συναληθεύοντα γραφαῖς ἀποθαυμάζω. εἰ δὲ περὶ τὴν τοῦ βασιλέως προσηγορίαν δόξειέ τισι διαφωνεῖν, ἀλλ’ ὅ γε χρόνος καὶ ἡ πρᾶξις τὸν αὐτὸν ὄντα δεί- κνυσιν, ἤτοι κατά τι σφάλμα γραφικὸν ἐνηλλαγμένου τοῦ ὀνόματος, ἢ καὶ διωνυμίας περὶ τὸν αὐτὸν , οἷα καὶ περὶ πολλοὺς, γεγενημένης. [Nic. H. E. II, 11] Ἐπεὶ δὲ πάλιν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν εἰσάγει τὸν Γαμαλιήλ ἐν τῇ περὶ τῶν ἀποστόλων σκέψει λέγοντα ὡς ἄρα κατὰ τὸν δηλούμενον χρόνον ἀνέστη Θευδᾶς, λέγων ἑαυτὸν εἷναι τινὰ, ὃς κατελύθη, καὶ πάντες ὅσοι ἐπείσθησαν αὐτῷ διελύθησαν, φέρε καὶ τὴν περὶ τούτου παραθώμεθα τοῦ Ἰωσήπου γραφήν. ἱστορεῖ τοίνυν αὖθις κατὰ τὸν ἀρτίως δεδηλωμένον αὐτοῦ λόγον αὐτὰ δὴ ταῦτα κατὰ λέξιν “ Φάδου δὲ τῆς Ἰουδαίας ἐπιτροπεύοντος γόης “ τις ἀνὴρ, Θευδᾶς ὀνόματι, πείθει τὸν πλεῖστον ὄχλον “ ἀναλαβόντα τὰς κτήσεις ἕπεσθαι πρὸς τὸν Ἰορδάνην “ποταμὸν αὐτῷ. προφήτης γὰρ ἔλεγεν εἶναι, καὶ προστάγματι τὸν ποταμὸν σχίσας δίοδον ἔφη παρέ- “ ξειν αὐτοῖς ῥᾳδίαν. καὶ ταῦτα λέγων πολλοὺς ἠπά- “ τησεν.