XXII. τούτου δὲ Φῆατος ὑπὸ Νέρωνος διάδοχος ] ; 27. 1 πέμπεται, καθ’ ὃν δικαιολογησάμενος ὁ Παῦλος δέαμιος ἐπὶ Ρώμης ἄγεται· Ἀρίσταρχος αὐτῷ Col. 4, 10 συνῆν, ὃν καὶ εἰκότως συναιχμάλωτόν που ἐπιστολῶν ἀποκαλεῖ. καὶ Λουκᾶς, ὁ καὶ τὰς Acts 28, 30 31 πράξεις τῶν ἀποστόλων γραφῇ παραδούς, ἐν τούτοις κατέλυαε τὴν ἱστορίαν, διετίαν ὅλην ἐπὶ τῆς Ρώμης τὸν Παῦλον ἄνετον διατρῖφαι καὶ τὸν τοῦ θεοῦ λόγον ἀκωλύτως κηρῦξαι ἐπισημηνάμενος. τότε μὲν οὖν ἀπολογησάμενον , αὗθις ἐπὶ τὴν τοῦ κηρύγματος διακονίαν λόγος ἔχει στείλασθαι τὸν ἀπόατολον, δεύτερον δ’ τῆ αὐτῇ πόλει τῷ κατ’ αὐτὸν τελειωθῆναι μαρτυρίῳ· ἐν ῷ δεαμοῖς ἐχόμενος, τὴν πρὸς Τιμόθεον δευτέραν ἐπιατολὴν συντάττει, ὁμοῦ σημαίνων τε προτέραν αὐτῷ γενομένην ἀπολογίαν καὶ τὴν παρὰ πόδας τελείωσιν. δέχου δὴ καὶ : 2 Tim. 4, 16. 17 τούτων τὰς αὐτοῦ μαρτυρίας· “ ἐν τῆ πρώτῃ μου,’’ φηαίν, “ ἀπολογίᾳ οὐδείς μοι παρεγένετο , ἀλλὰ πάντες με ἐγκατέλιπον μὴ αὐτοῖς λογισθείη), ὁ δὲ κύριός μοι παρέατη καὶ ἐνεδυνάμωσέν με, ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσωσι πάντα τὰ ἔθνη, καὶ ἐρρύαθην ἐκ στόματος λέοντος.’’ σαφῶς δὴ παρίστηαιν διὰ τούτων ὅτι δὴ τὸ πρότερον, ὡς ἂν τὸ κήρυγμα τὸ δι’ αὐτοῦ πληρωθείη, ἐρρύαθη ἐκ στόματος τὸν Νέρωνα ταύτῃ, ὡς ἔοικεν, διὰ τὸ ὠμό- θυμον προαειπών. οὔκουν ἑξῆς προατέθεικεν παραπλήσιόν τι τῷ “ ῥύσεταί με ἐκ στόματος λέοντος·’’ ἑώρα γὰρ τῷ πνεύματι τὴν δάον οὔπω μέλλουααν αὐτοῦ τελευτήν, δι’ ὅ φησιν ἐπιλέγων 2. tim. 4, 18 τῷ “ καὶ ἐρρύσθην ἐκ στόματος λέοντος ’’ ρύσεταί με ὁ κύριος ἄπο παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν νιον, σημαίνων τὸ παραυτίκα μαρτύριον· ὃ 2 Tim. 4, 6 καὶ σαφέστερον ἐν τῆ αὐτῇ προλέγει φάακων “ ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς 2 Tim. 4, 11. 16 τῆς ἐμῆς ἀναλύσεως ἐφέατηκεν.’’ 1 νῦν μὲν οὖν ἑ ἐπὶ τῆς δευτέρας ἐπιστολῆς τῶν πρὸς Τιμόθεον τὸν Λοῦκαν μόνον γράφοντι αὐτῷ συνεῖναι κατὰ δὲ τὴν προτέραν ἀπολογίαν οὐδὲ τοῦτον· ὅθεν εἰκότως τὰς τῶν ἀποατόλων Πραξεῖς ἐπ’ 1 cf. George Syncellus 634, –635, 21. ἐκεῖνον ὁ Λουκᾶς περιέγραφε τὸν χρόνον, τὴν μέχρις ὅτε τῷ Παύλῳ συνῆν ἱστορίαν ὑφηγησάμενος. ταῦτα δ’ ἡμῖν εἴρηται παρισταμένοις ὅτι μὴ καθ’ ἢν ὁ Λουκᾶς ἀνέγραφεν ἐπὶ τῆς Ῥώμης ἐπιδημίαν τοῦ Παύλου τὸ μαρτύριον αὐτῷ οὑν. ἐπεράνθη· εἰκός γέ τοι κατὰ μὲν ἀρχὰς ἠπιώτερον τοῦ Νέρωνος διακειμένου, ῥᾷον τὴν ὑπὲρ τοῦ δόγματος τοῦ Παύλου καταδεχθῆναι ἀπολογίαν, προελθόντος δ’ εἰς ἀθεμίτους τόλμας, μετὰ τῶν ὤων καὶ τὰ κατὰ τῶν ἀποστόΛων ἐγχειρηθῆναι. Αcṭs. 25, 11. 12; 27, 1