ΧΧΙ. Ἑξῆς δὲ τούτοις ἐπιφέρει μεθ’ ἕτερα λέγων· Joseph. B.I. 2, 261–263 “ μείζονι δὲ τούτων πληγῇ Ἰουδαίους ἐκάκωσεν ὁ Αἰγύπτιος φευδοπροφήτης . παραγενόμενος γὰρ εἰς τὴν χώραν ἄνθρωπος γόης καὶ προφήτου πίστιν ἐπιθεὶς ἑαυτῷ, περὶ τρισμυρίους μὲν ἀθροίζει τῶν ἠπατημένων, περιαγαγὼν δ’ αὐτοὺς ἐκ τῆς ἐρημίας εἰς τὸ Ἐλαιῶν καλούμενον ὄρος, ἐκεῖθεν οἷός τε ἢν εἰς Ἱεροαόλυμα παρελθεῖν βιάζεσθαι καὶ κρατήσας τῆς τε Ῥωμαϊκῆς φρουρᾶς καὶ τοῦ δήμου τυραννικῶς χρώμενος τοῖς συνεισπεσοῦσιν δορυφόροις. φθάνει δ’ αὐτοῦ τὴν ὁρμὴν Φῆλιξ, ὑπαντιάσας μετὰ τῶν Ῥωμαϊκῶν ὁπλι- καὶ πᾶς ὁ δῆμος συνεφήψατο τῆς ὥστε συμβολῆς γενομένης τὸν μὲν φυγεῖν μετ’ ὀλίγων, διαφθαρῆναι δὲ καὶ ζωγρηθῆναι πλείστους τῶν σὺν αὐτῷ.” Ταῦτα ἐν τῆ δευτέρᾳ τῶν Ἱατοριῶν ὁ Ἰώσηπος· ἐπιστῆσαι δὲ ἄξιον τοῖς ἐνταῦθα κατὰ τὸν Αἰγύπτιον δεδηλωμένοις καὶ τοῖς ἐν ταῖς Πράξεσι τῶν ἀποατόλων, ἔνθα κατὰ Φήλικα πρὸς τοῦ ἐν Ἱεροσολύμοις χιλιάρχου εἴρηται τῷ Παύλῳ, ὅπη· νίκα κατεστασίαζεν αὐτοῦ τὸ τῶν Ἰουδαίων Αcts 21, 38 πλῆθος· “οὐκ ἄρα αὖ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναατατώαας καὶ ἐξαγαγὼν ἐν τῇ ἐρήμῳ τοὺς τετρακιαχιλίους ἄνδρας τῶν αικαρίων; ’’ ἀλλὰ τὰ μὲν κατὰ Φήλικα τοιαῦτα. Acts 25, 8–12; 27. 1