XX. Κατὰ δὲ Νέρωνα, ῥήλικος τῆς Ἰουδαίας ἐπιτροπεύοντος, αὐτοῖς ῥήμασιν αὖθις ὁ Ἰώσηπος τὴν εἰς ἀλλήλους τῶν ἱερέων στάσιν ὧδέ πως ἐν εἰκοστῷ τῆς Ἀρχαιολογίας γράφει· Joseph. A.I. 20, 180. 181 “ Ἐξάπτεται δὲ καὶ τοῖς ἀρχιερεῦσι στάσις πρὸς τοὺς ἱερεῖς καὶ τοὺς πρώτους τοῦ πλήθους τῶν Ἱεροσολύμων, ἕκαστός τε αὐτῶν στῖφος ἀνθρώπων τῶν θρααυτάτων καὶ νεωτεριστῶν ἐαυτῷ ποιήαας, ἡγεμὼν ἦν, καὶ συρράσσοντες ἐκακο- λόγουν τε ἀλλήλους καὶ λίθοις ἔβαλλον· ὁ δ’ ἐπιπλήξων ἢν οὐδὲ εἷς, ἀλλ’ ὡς ἐν ἀπροατατήτῳ πόλει ταῦτ’ ἐπράααετο μετ’ ἐξουσίας. τοσαύτη δὲ τοὺς ἀρχιερεῖς κατέλαβεν ἀναίδεια καὶ τόλμα, ὥστε ἐκπέμπειν δούλους ἐτόλμων ἐπὶ τὰς ἅλωνας τοὺς ληφομένους τὰς τοῖς ἱερεῦσιν ὀφειλομένας δεκάτας. καὶ συνέβαινε τοὺς ἀπορουμένους ἱερέων ὑπ’ ἐνδείας ἀπολλυμένους θεωρεῖν· οὕτως ἐκράτει τοῦ δικαίου παντὸς ἡ τῶν στασιαζόντων βία.” Joseph. B.I. 2. 254–256 Πάλιν δὲ ὁ αὐτὸς συγγραφεὺς κατὰ τοὺς αὐτοὺς χρόνους ἐν Ἱεροαολύμοις ὑποφυῆναι λῃστῶν τι εἶδος ἱατορεῖ, οἳ μεθ’ ἡμέραν, ὥς φησιν, καὶ ἐν μέσῃ τῆ πόλει ἐφόνευον τοὺς συναντῶντας. μάΛιστα γὰρ ἐν ταῖς ἑορταῖς μιγνυμένους τῷ πλήθει καὶ ταῖς ἐαθήαεαιν ὑποκρύπτοντας μικρὰ ξιφίδια, τούτοις νύττειν τοὺς διαφόρους· ἔπειτα πεαόντων, μέρος γίνεαθαι τῶν ἐπαγανακτούντων αὐτοὺς τοὺς πεφονευκότας· διὸ καὶ παντάπααιν ὑπ’ ἀξιοπιατίας ἀνευρέτους γενέσθαι. πρῶτον μὲν οὖν ὑπ’ αὐτῶν Ἰωνάθην τὸν ἀρχιερέα κατασφαγῆναι, μετὰ δ’ αὐτὸν καθ’ ἡμέραν ἀναιρεῖαθαι πολλούς, καὶ τῶν συμφορῶν τὸν φόβον χαλεπώτερον, ἑκάστου καθάπερ ἐν πολέμῳ καθ’ ὥραν τὸν θάνατον προαδεχομένου.