τὸ δ’ οὖν ἀπάντων παραλογώτατον, ὅτι μηδὲ τὰ νόμιμα παραπλησίως αὐτοῖς περιέποντες, ἀλλὰ προφανῶς παρανομοῦντες, τὰς ἐπηγγελμένας τοῖς τῶν νόμων φύλαξι χρηστοτέρας ἀμοιβὰς εἰς ἑαυτοὺς ἐπισπώμεθα. Τούτων εὐλόγως ἂν ἡμῖν ἐν πρώτοις ἀπορηθέντων, φέρε τὸν τῶν ὅλων θεὸν διὰ τοῦ σωτῆρος ἡμῶν, τοῦ αὐτοῦ λόγου, ὡς δι’ ἀρχιερέως ἐπικαλεσάμενοι τὸ πρῶτον τῶν προτεθέντων ἀποκαθάρωμεν, συκφάντας προαποδείξαντες τοὺς μηδὲν ἔχειν ἡμᾶς δι’ ἀποδείξεως παριστάναι, ἀλόγῳ δὲ πίστει προσέχειν ἀποφηναμένους. αὐτόθεν δὴ οὖν τοῦτο καὶ οὐκ ἐκ μακροῦ διελέγξομεν, ἔκ τε ὧν χρώμεθα πρὸς τοὺς ἐπὶ διδασκαλίᾳ τῶν καθ’ ἡμᾶς λόγων προσιόντας ἀποδείξεων, καὶ τῶν πρὸς τοὺς ἀντιδιατιθεμένους ἡμῖν ἐν ταῖς λογικωτέραις ζητήσεσιν ἀντιρρήσεων, δι’ ὧν τε φιλοτιμούμεθα ποιεῖσθαι ἀγράφων τε καὶ ἐγ- γράφων ἰδίᾳ τε καὶ πρὸς ἕκαστον τῶν ἐρωτώντων καὶ κοινῇ πρὸς τὰ πλήθη διαλέξεων· ναὶ μὴν καὶ διὰ τῶν ἐν χερσὶ συγγραμμάτων τὴν καθόλου πραγματείαν περιεχόντων τῆς εὐαγγελικῆς ἀποδείξεως, ἐν ᾗ πᾶσαν τὴν ἐκ θεοῦ χάριν καὶ τὴν οὐράνιον εὐεργεσίαν ὁ παρὼν λόγος πάντας ἀνθρώπους εὐαγγελίζεται, τὴν κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ οἰκονομίαν λογικώτεον διὰ πλείστων καὶ ἐναργῶν ἀποδείξεων πιστούμενος. ἐσπούδασται μὲν οὑν πλείστοις τῶν πρὸ ἡμῶν πολλή τις ἄλλη πραγματεία, τοτὲ μὲν ἐλέγχους καὶ ἀντιρρήσεις τῶν ἐναντίων ἡμῖν λόγων συνταξαμένοις, τοτὲ δὲ τὰς ἐνθέους καὶ ἱερὰς γραφὰς ἐξηγητικοῖς ὑπομνήμασι καὶ ταῖς κατὰ μέρος ὁμιλίαις διερμηνεύσασι τοτὲ δὲ τοῖς καθ’ ἡμᾶς δόγμασιν ἀγωνιστικώτερον πρεσβεύσασιν.