Ἀλλὰ γὰρ τί χρὴ σπεύδειν φθάνοντα τῇ προ- θυμίᾳ τὴν τῶν διὰ μέσου λόγων ἀκολουθίαν, ἀναλα- βεῖν ἐξ ὑπαρχῆς δέον καὶ τὰ ἐμποδὼν ἅπαντα δια- λύσασθαι; ἐπειδὴ γὰρ τὸν χριστιανισμόν τινες οὐδένα λόγον ἀποσώζειν, ἀλόγῳ δὲ πίστει καὶ ἀνεξετάστῳ συγκαταθέσει τοὺς τῆς προσηγορίας ἐφιεμένους τὸ δόξαν κυροῦν ὑπειλήφασιν, μηδένα φάσκοντες δύνασθαι δι’ ἀποδείξεως ἐναργοῦς παρέχειν τεκμήριον τῆς ἐν τοῖς ἐπαγγελλομένοις ἀληθείας, πίστει δὲ μόνῃ προσέχειν ἀξιοῦν τοὺς προσιόντας, παρ’ ὃ καὶ πιστοὺς χρηματίζειν, τῆς ἀκρίτου χάριν καὶ ἀβασανίστου πίστεως, εἰκότως ἐπὶ τήνδε καθεὶς τὴν πραγματείαν τῆς εὐαγγελικῆς ἀποδείξεως, εἰς προκατασκευὴν τῆς ὅλης ὑποθέσεως, ἡγοῦμαι δεῖν βραχέα προδιαλαβεῖν περὶ τῶν ζητηθέντων ἂν πρὸς ἡμᾶς εὐλόγως ὑπό τε Ἑλλήνων καὶ τῶν ἐκ περιτομῆς, παντός τε τοῦ μετὰ ἀκριβοῦς ἐξετάσεως τὰ καθ’ ἡμὰς διερευνωμένου. ταύτῃ γάρ μοι δοκῶ τὸν λόγον έν τάξει χωρήσεινἰς τὴν ἐντελεστέραν τῆς εὐαγγελικῆς ἀποδείξεως διδασκαλίαν καὶ τὴν τῶν βαθυτέρων δογμάτων κατανόησιν, εἰ τὰ τῆς προπαρασκευῆς ἡμῖν πρὸ ὁδοῦ γένοιτο, στοιχειώσεως καὶ εἰσαγωγῆς ἐπέχοντα τόπον, καὶ τοῖς ἐξ ἐθνῶν ἄρτι προσιοῦσιν ἐφαρμόττοντα· τὰ δὲ μετὰ ταῦτα, τοῖς ἐνθένδε διαβεβηκόσι καὶ τὴν ἕξιν ἤδη πάρεσκευασμένοις εἰς τὴν τῶν κρειττόνων παραδοχὴν τὴν ἀκριβῆ γνῶσιν παραδώσει τῶν συνεκτικωτάτων τῆς κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τ·οῦ θεοῦμυστικῆς οἰκονομίας. ἀρξώμεθα δὴ τῆς προπαρασκευῆς, τὰ πρὸς ἡμᾶς εὐλόγως ὑπό τε Ἑλλήνων καὶ τῶν ἐκ περιτομής,παντός τε τοῦ μετὰ ἀκριβοῦς ἐξετάσεως τὰ καθ’ ἡμᾶς δι’ ἐρευνωμένου λεχθησόμενα προσάγοντες. Πρῶτον μὲν γὰρ εἰκότως ἄν τις διαπορήσειε τίνες ὄντες ἐπὶ τὴν γραφὴν παρεληλύθαμεν, πότερον Ἓλληνες ἢ βάρβαροι, ἢ τί ἂν γένοιτο τούτων μέσον, καὶ τίνας ἑαυτοὺς εἶναί φαμεν, οὐ τὴν προσηγορίαν, ὅτι καὶ τοῖς πᾶσιν ἔκδηλος αὕτη, ἀλλὰ τὸν τρόπον καὶ τὴν προαίρεσιν τοῦ βίου · οὔτε γὰρ τὰ ‘Eλλήνων φρονοῦντας ὁρᾶν οὔτε τὰ βαρβάρων ἐπιτηδεύοντας. τί οὖν ἂν γένοιτο τὸ καθ’ ἡμᾶς ξένον, καὶ τίς ὁ νεωτερισμὸς τοῦ βίου; πῶς δ’ οὐ πανταχόθεν δυσσεβεῖς ἂν εἶεν καὶ ἄθεοι οἱ τῶν πατρίων ἐθῶν ἀποστάντες, δι’ ὧν πᾶν ἔθνος καὶ πᾶσα πόλις συνέστηκεν; ἢ τί καλὸν ἐλπίσαι εἰκὸς τοὺς τῶν σωτηρίων ἐχθροὺς καὶ πολεμίους καταστάντας καὶ τοὺς εὐεργέτας παρωσαμένους; καὶ τί γὰρ ἄλλο ἢ θεομαχοῦντας ;