Τὸν χριστιανισον, ὅ τι ποτέ ἐστιν, ἠγούμενος τοῖς οὐκ εἰδόσι παραστήσασθαι διὰ τῆς προδειμένης πραγματείας τὴν εὐαγγελικὴν ἀπόδειξιν περιέξειν ἐπαγγελλομένης, τήνδε σοι, θεῖον ἐπισκόπων χρῆμα, Θεόδοτε, φίλη θεοῦ καὶ ἱερὰ κεφαλὴ, σὺν εὐχαῖς ἐπεφώνησα, εἴ πως ἄρα τῆς παρὰ σοῦ τύχοιμι βοηθείας, ταῖς φιλοθέοις ὑπὲρ ἡμῶν ἱερουργίαις τὰ μεγάλα μοι συμπράττοντος εἰς τὴν προβεβλημένην τῆς εὐαγγελικῆς διδασκαλίας ὑπόθεσιν. ἀλλὰ γὰρ τί βούλεται τοῦτο δηλοῦν ὅ φαμεν εὐαγγέλιον πρῶτον ἁπάντων διαρθρῶσαι καλόν. τοῦτο δὴ πᾶσιν ἀνθρώποις τὴν παρουσίαν τῶν ἀνωτάτω καὶ μεγίστων ἀγαθῶν, πάλαι μὲν προηγορευμένων, νεωστὶ δὲ τοῖς πᾶσιν ἐπιλαμψάντων, εὐαγγελίζεται, οὐ τὸν οὐ βλέποντα πλοῦτον, οὐδὲ τὴν σμικρὰν καὶ πολυπαθῆ ταύτην ζωὴν προξενοῦν, οὐδ’ ὅσα σώματος καὶ φθορὰς οἰκεῖα, τὰ δὲ ψυχαῖς νοερὰν οὐσίαν κεκτημέναις φίλα τε καὶ προσήγορα, ὧν καὶ τὰ σώματα ἐξῆπται, σκιὰς ἐφεπόμενα δίκην. εἴη δ’ ἂν τούτων τὸ κεφάλαιον εὐσέβεια, οὐχ ἡ ψευδώνυμος καὶ πολυπλανὴς, ἀλλ’ ἡ σὺν ἀληθείᾳ τὴν προσηγορίαν ἐπιγραφομένη. ἔστι δὲ αὕτη ἡ πρὸς τὸν ἔνα καὶ μόνον ὡς ἀληθῶς ὁμολογούμενόν τε καὶ ὄντα θεὸν ἀνάνευσις καὶ ἡ κατὰ τοῦτον ζωὴ, ἐξ ἧς καὶ ἡ πρὸς αὐτὸν ἐγγίνεται φιλία, ἡ παρέπεται τὸ θεοφιλὲς ὄντως καὶ τρισμακάριον τέλος, ἄνωθεν ἐκ τῶν κρειττόνων ἀπῃωρημένον καὶ πρὸς αὐτὰ διακυβρνώμενον καὶ αὖ πάλιν εἰς αὐτὰ καταλῆγον. τί οὖν ἂν γένοιτο τῆς ἀγαθῆς ταύτης καὶ πανολβίου θεοφιλίας μακαριστότερον; οὐχὶ καὶ ζωῆς αὐτὸς καὶ φωτὸς καὶ ἀληθείας καὶ πάντων ἀγαθῶν ταμίας καὶ χορηγὸς τοῖς πᾶσι καθέστηκεν; οὐχὶ καὶ τοῦ εἶναι τὰ πάντα καὶ τοῦ ζῆν αὐτὸς τὴν αἰτίαν περιείληφε; τῷ δὴ οὖν τὴν πρὸς αὐτὸν στειλαμένῳ φιλίαν τί ἂν ἔτι λείποιτο; τίνος δ’ ἂν ὑστεροῖτο ὁ τῶν ἀγαθῶν τὸν δημιουργὸν ἐξοικειούμενος; ἢ τίνος ἂν ἐλαττῷτο ὁ καὶ πατρὸς ἐν χώρᾳ καὶ κηδεμόνος τὸν μέγαν προστάτην καὶ παμβασιλέα τῶν ὅλων ἐπιγραφόμενος; ἀλλ’ οὐκ ἔστιν εἰπεῖν ὅ τι μὴ οὐχὶ ὁ τῇ δια- θέσει τῷ παμβασιλεῖ θεῷ πλησιάζων, καὶ τῆς παμμακαρίστου φιλίας διὰ τῆς ἐπιστημονικῆς εὐσεβείας ἠξιωμένος, ὁμοῦ ψυχῆς τε καὶ σώματος καὶ τῶν ἐκτὸς ἁπάντων εὖ ἂν ἔχοι.