Μετὰ δὲ ἡμέρας ὀλίγας ἔγνωμεν μέλλειν ἡμᾶς ἀκουσθήσεσθαι· παρεγένετο δὲ καὶ ὁ πατὴρ ἐκ τῆς πολλῆς ἀποδημίας μαραινόμενος, καὶ ἀνέβη πρός με προτρεπόμενός με καταβαλεῖν, λέγων· Θύγατερ, ἐλέησον τὰς πολιάς μου· ἐλέησον τὸν πατέρα σου, εἴπερ ἄξιός εἰμι ὀνομασθῆναι πατήρ σου· μνήσθητι ὅτι ταῖς χερσὶν ταύταις πρὸς τὸ τοιοῦτον ἄνθος τῆς ἡλικίας ἀνήγαγόν σε· καὶ προειλόμην σε ὑπὲρ τοὺς ἀδελφούς σου· ὅρα τὴν σὴν μητέρα καὶ τὴν τῆς μητρός σου ἀδελφήν, ἴδε τὸν υἱόν σου ὃς μετὰ σὲ ζῆν οὐ δύναται· ἀπόθου τοὺς θυμοὺς καὶ μὴ ἡμᾶς πάντας ἐξολοθρεύσῃς· οὐδεὶς γὰρ ἡμῶν μετὰ παρρησίας λαλήσει, ἐάν τί σοι συμβῇ. ταῦτα ἔλεγεν ὡς πατὴρ κατὰ τὴν τῶν γονέων εὔνοιαν· καὶ κατεφίλει μου τὰς χεῖρας καὶ ἑαυτὸν ἔρριπτεν ἔμπροσθεν τῶν ποδῶν μου καὶ ἐπιδακρύων οὐκέτι με θυγατέρα ἀλλὰ κυρίαν ἐπεκάλει· ἐγὼ δὲ περὶ τῆς διαθέσεως τοῦ πατρὸς ἤλγουν, ὅτι ἐν ὅλῳ τῷ ἐμῷ γένει μόνος οὐκ ἠγαλλιᾶτο ἐν τῷ ἐμῷ πάθει. παρεμυθησάμην δὲ αὐτὸν εἰποῦσα· Τοῦτο γενήσεται ἐν τῷ βήματι ἐκείνῳ ὃ ἐάν θέλῃ ὁ κύριος· γνῶθι γὰρ ὅτι οὐκ ἐν τῇ ἡμετέρᾳ ἐξουσίᾳ, ἀλλ’ ἐν τῇ τοῦ θεοῦ ἐσόμεθα· καὶ ἐχωρίσθη ἀπ᾽ ἐμοῦ ἀδημονῶν. Καὶ τῇ ἡμέρᾳ ἐν ᾗ ὥριστο ἡρπάγημεν ἴνα ἀκουσθῶμεν· καὶ ὥσπερ ἐγενήθημεν εἰς τὴν ἀγορὰν φήμη εὐθὺς εἰς τὰ ἐγγὺς μέρη διῆλθεν, καὶ συνέδραμεν πλεῖστος ὄχλος· ὡς δὲ ἀνέβημεν εἰς τὸ βῆμα ἐξετασθέντες οἱ λοιποὶ ὡμολόγησαν· ἤμελλον δὲ κἀγὼ ἐξετάζεσθαι· καὶ ἐφάνη ἐκεῖ μετὰ τοῦ τέκνου μου ὁ πατήρ· καὶ καταγαγών με πρὸς ἑαυτόν, εἶπεν· Ἐπίθυσον ἐλεήσασα τὸ βρέφος. καὶ Ἱλαρίανός τις ἐπίτροπος, ὃς τότε τοῦ ἀνθυπάτου ἀποθανόντος Μινουκίου Ὀππιάνου ἐξουσίαν εἰλήφει μαχαίρας, λέγει μοι· Φεῖσαι τῶν πολιῶν τοῦ πατρός σου· φεῖσαι τῆς τοῦ παιδίου νηπιότητος· ἐπίθυσον ὑπὲρ σωτηρίας τῶν αὐτοκρατόρων. κἀγὼ ἀπεκρίθην· Οὐ θύω. καὶ εἶπεν Ἱλαρίανος· Χριστιανὴ εἶ; καὶ εἶπον· Χριστιανή εἰμι. καὶ ὡς ἐσπούδαζεν ὁ πατήρ μου καταβαλεῖν με ἀπὸ τῆς ὁμολογίας, κελεύσαντος Ἱλαριάνου ἐξεβλήθη· προσέτι δὲ καὶ τῇ ῥάβδῳ τῶν δορυφόρων τις ἐτύπτησεν αὐτόν· κἀγὼ σφόδρα ἤλγησα, ἐλεήσασα τὸ γῆρας αὑτοῦ· τότε ἡμᾶς πάντας πρὸς θηρία κατακρίνει. καὶ χαίροντες κατίημεν εἰς φυλακήν. ἐπειδὴ δὲ ὑπ᾽ ἐμοῦ ἐθηλάζετο τὸ παιδίον, καὶ μετ᾽ ἐμοῦ ἐν τῇ φυλακῇ εἰώθει μένειν, πέμπω πρὸς τὸν πατέρα μου Πομπόνιον διάκονον, αἰτοῦσα τὸ βρέφος· ὁ δὲ πατὴρ οὑκ ἔδωκεν· πλὴν ὡς ὁ θεὸς ᾠκονόμησεν οὔτε ὁ παῖς μασθοὺς ἐπεθύμησεν ἔκτοτε, οὔτε ἐμοί τις προσγέγονεν φλεγμονή· ἴσως ἵνα μὴ καὶ τῇ τοῦ παιδίου φροντίδι καὶ τῇ τῶν μασθῶν ἀλγηδόνι καταπονηθῶ. Καὶ μετ᾽ ὀλίγας ἡμέρας προσευχομένων ἡμῶν ἁπάντων ἐξαίφνης ἐν μέσηῳ τῆς προσευχῆς ἀφῆκα φωνὴν καὶ ὠνόμασα Δεινοκράτην. καὶ ἔκθαμβος ἐγενήθην, διότι οὐδέποτε εἰ μὴ τότε ἀνάμνησιν αὐτοῦ πεποιήκειν· ἤλγησα δὲ εἰς μνήμην ἐλθοῦσα τῆς αὐτοῦ τελευτῆς. πλὴν εὐθέως ἔγνων ἐμαυτὴν ἀξίαν οὖσαν αἴτησιν ποιήσασθαι περὶ αὐτοῦ, καὶ ἠρξάμην πρὸς Κύριον μετὰ στεναγμῶν προσεύχεσθαι τὰ πλεῖστα· καὶ εὐθέως αὐτῇ τῇ νυκτὶ ἐδηλώθη μοι τοῦτο. ὁρῶ Δεινοκράτην ἐξερχόμενον ἐκ τόπου σκοτεινοῦ, ὅπου καὶ ἄλλοι πολλοὶ καυματιζόμενοι καὶ διψῶντες ἦσαν, ἐσθῆτα ἔχοντα ῥυπαράν, ὠχρὸν τῇ χρόᾳ· καὶ τὸ τραῦμα ἐν τῇ ὄψει αὐτοῦ τελευτῶν ὅπερ περιὼν ἔτι εἶχεν. οὗτος δὲ ὁ Δεινοκράτης, ὁ ἀδελφός μου κατὰ σάρκα, ἑπταετὴς τεθνήκει ἀσθενήσας καὶ τὴν ὄψιν αὐτοῦ γαγγραίνῃ σαπεὶς ὡς τὸν θάνατον αὐτοῦ στυγητὸν γενέσθαι πᾶσιν ἀνθρώποις. ἐθεώρουν οὖν μέγα διάστημα ἀνὰ μέσον αὐτοῦ καὶ ἐμοῦ, ὡς μὴ δύνασθαι ἡμᾶς ἀλλήλοις προσελθεῖν. ἐν ἐκείνῳ δὲ τῷ τόπῳ ἐν ᾧ ἦν ὁ ἁδελφός μου κολυμβήθρα ἦν ὕδατος πλήρης· ὑψηλωτέραν δὲ εἶχεν τὴν κρηπῖδα ὑπὲρ τὸ τοῦ παιδίου μῆκος· πρὸς ταύτην ὁ Δεινοκράτης διετείνετο πιεῖν τροαιρούμενος· ἐγὼ δὲ ἤλγουν διότι καὶ ἡ κολυμβήθρα ἦν πλήρης ὕδατος, καὶ τὸ παιδίον οὐκ ἠδύνατο πιεῖν διὰ τὴν ὑψηλότητα τῆς κρηπῖδος· καὶ ἐξυπνίσθην. καὶ ἔγνων κάμνειν τὸν ἀδελφόν μου· ἐπεποίθειν δὲ δύνασθαί με αὐτῷ βοηθῆσαι ἐν ταῖς ἀνὰ μέσον ἡμέραις, ἐν αἷς κατήχθημεν εἰς τὴν ἄλλην φυλακὴν τὴν τοῦ χιλιάρχου· ἐγγὺς γὰρ ἦν τῆς παρεμβολῆς οὗ ἠμέλλομεν θηριομαχεῖν· γενέθλιον γὰρ ἥμελB λεν ἐπιτελεῖσθαι Καίσαρος. εἶτα προσευξαμένη μετὰ στεναγμῶν σφοδρῶς περὶ τοῦ ἀδελφοῦ μου ἡμέρας τε καὶ νυκτὸς δωρηθῆναί μοι αὐτὸν ἠξίωσα. Καὶ εὐθὺς ἐν τῇ ἑσπέρᾳ ἐν ᾗ ἐν νέρβῳ ἐμείναμεν ἐδείχθη μοι τοῦτο. ὁρῶ * τόπῳ * ἐν ᾧ ἑωράκειν τὸν Δεινοκρά την, καθαρῷ σώματι ὄντα, καὶ καλῶς ἠμφιεσμένον καὶ ἀναψύχοντα· καὶ ὅπου τὸ τραῦμα ἦν οὐλὴν ὁρῶ· καὶ ἡ κρηπὶς τῆς κολυμβήθρας κατήχθη ἕως τοῦ ὀμφαλίου αὐτοῦ· ἔρρεεν δὲ ἐξ αὐτῆς ἀδιαλείπτως ὕδωρ· καὶ ἐπάνω τῆς κρηπῖδος ἦν χρυσῆ φιάλη μεστή· καὶ προσελθὼν ὁ Δεινοκράτης ἤρξατο ἐξ αὐτῆς πίνειν· ἡ δὲ φιάλη οὐκ ἐνέλειπεν. καὶ ἐμπλησθεὶς ἤρξατο παίζειν ἀγαλλιώμενος ὡς τὰ νήπια· καὶ ἐξυπνίσθην. καὶ ἐνόησα ὅτι μετετέθη ἐκ τῶν τιμωριῶν. Καὶ μετ᾽ ὀλίγας ἡμέρας Π ούδης τις στρατιώτης ὁ τῆς φυλακῆς προιστάμενος μετὰ πολλῆς τῆς σπουδῆς ἤρξατο ἡμᾶς τιμᾶν καὶ δοξάζειν τὸν θεόν, ἐννοῶν δύναμιν μεγάλην εἶναι περὶ ἡμᾶς· διὸ καὶ πολλοὺς εἰσελθεῖν πρὸς ἡμᾶς οὐκ ἐκώλυεν εἰς τὸ ἡμᾶς διὰ τῶν ἐπαλλήλαων παραμυθιῶν παρηγορεῖσθαι. ἤγγισεν δὲ ἡ ἡμέρα τῶν φιλοτιμιῶν καὶ εἰσέρχεται πρός με ὁ πατήρ, τῇ ἀκηδιᾳ μαρανθείς, καὶ ἤρξατο τὸν πώγωνα τὸν ἴδιον ἐκτίλλειν ῥίπτειν τε ἐπὶ γῆς καὶ πρηνὴς κατακείμενος κακολογεῖν τὰ ἑαυτοῦ ἔτη κατηγορῶν καὶ λέγων τοιαῦτα ῥήματα ὡς πᾶσαν δύνασθαι τὴν κτίσιν σαλεῦσαι· ἐγὼ δὲ ἐπένθουν διὰ τὸ ταλαίπωρον γῆρας αὐτοῦ.