Αλλὰ καὶ τῇ Φηλικητάτῃ ἡ χάρις τοῦ θεοῦ τοιαύτη ἐδόθη. ἐκείνη γὰρ συλληφθεῖσα ὀκτὼ μηνῶν ἔχουσα γαστέρα, πάνυ ὠδύρετο, διότι οὐκ ἔξεστιν ἐγκύμονα θηριομαχεῖν ἢ τιμωρεῖσθαι, μήπως ὕστερον μετὰ ἄλλων ἀνοσίων ἐκχυθῇ τὸ αἷμα αὐτῆς τὸ ἀθῷον. ἀλλὰ καὶ οἱ συμμμάρτυρες αὐτῆς περίλυποι ἦσαν σφόδρα οὕτω καλὴν συνεργὸν καὶ ὡσεὶ συνοδοιπόρον ἐν ὁδῷ τῆς αὐτῆς ἐλπίδος μὴ θέλοντες καταλείπειν. πρὸ τρίτης οὖν ἡμέρας τοῦ πάθους αὐτῶν κοινῷ στεναγμῷ ἑνωθέντες προσεχὴν πρὸς τὸν κύριον ἐποιήσαντο· καὶ εὐθὺς μετὰ τὴν προσευχὴν ὠδῖνες αὐτὴν συνέσχον, κατὰ τὴν τοῦ ὀγδόου μηνὸς φύσιν χαλεπαί. καὶ μετὰ τὸν τοκετὸν καμοῦσα ἤλγει. ἔφη δέ τις αὐτῇ τῶν παρατηρούντων ὑπηρετῶν· Εἰ νῦν οὕτως ἀλγεῖς, τί ἔχεις ποιῆσαι βληθεῖσα πρὸς θηρία, ὧν κατεφρόνησας ὅτε ἐπιθύειν κατεφρόνησας καὶ οὐκ ἠθέλησας θῦσαι; κἀκείνη ἀπεκρίθη· Νῦν ἐγώ πάσχω ὃ πάσχω· ἐκεῖ δὲ ἄλλος ἐστὶν ὁ πάσχων ὑπὲρ ἐμοῦ· ἔσται ἐν ἐμοὶ ἴνα πάθῃ, διότι ἐγὼ πάσχω ὑπὲρ αὐτοῦ. ἔτεκεν δὲ κοράσιον, ὃ μία τῶν ἀδελφῶν συλλαβοῦσα εἰς θυγατέρα ἀνέθρεψεν αὑτῇ. Ἡμῖν δὲ ἀναξίοις οὖσιν ἐπέτρεψεν τὸ ἅγιον πνεῦμα ἀναγράψαι τὴν τάξιν τὴν ἐπὶ ταῖς φιλοτιμίαις παρακολουθήσασαν· πλὴν ὡς ἐντάλματι τῆς μακαρίας Περπετούας μᾶλλον δὲ ὡς κελεύσματι ὑπηρετοῦντες ἀναπληροῦμεν τὸ προσταχθὲν ἡμῖν. ὡς δὲ πλείους ἡμέραι διεγίνοντο ἐν τῇ φυλακῇ ὄντων αὐτῶν, ἡ μεγαλόφρων καὶ ἀνδρεία ὡς ἀληθῶς Περπετούα, τοῦ χλιάρχου ἀπηνέστερον αὐτοῖς προσφερομένου, τινῶν πρὸς αὐτὸν ματαίως διαβεβαιωσαμένων τὸ δεῖν φοβεῖσθαι μήπως ἐπῳδαῖς μαγικαῖς τῆς φυλακῆς ὑπεξέλθωσιν, ἐνώπιον ἀπεκρίθη λέγουσα· Διατί ἡμῖν ἀναλαμβάνειν οὐκ ἐπιτρέπεις ὀνομαστοῖς καταδίκοις Καίσαρος γενεθλίοις ἀναλωθησομένοις; μὴ γὰρ οἰχὶ σὴ δόξα ἐστίν, ἐφ᾽ ὅσον πίονες προσερχόμεθα; πρὸς ταῦτα ἔφριξεν καὶ ἐδυσωπήθη ὁ χιλίαρχος, ἐκέλευσέν τε αὐτοὺς φιλανθρωπότερον διάγειν, ὡς καὶ τὸν ἀδελφὸν αὐτῆς καὶ λοιπούς τινας δεδυνῆσθαι εἰσελθεῖν καὶ ἀναλαμβάνειν μετ᾽ αὐτῶν. τότε καὶ αὐτὸς ὁ τῆς φυλακῆς προεστώς ἐπίστευσεν. Ἀλλά καὶ πρὸ μιᾶς ὅτε τὸ ἔσχατον ἐκεῖνο δεῖπνον ὅπερ ἐλεύθερον ὀνομάζουσιν, ὅσον δὲ ἐφ᾽ ἑαυτοῖς οὐκ ἐλεύθερον δεῖπνον ἀλλ᾽ ἀγάπην ἐπεκάλουν τῇ αὐτῶν παρρησίᾳ· πρὸς δὲ τὸν ὄχλον τὸν ἐκεῖσε παρεστῶτα ῥήματα ἐξέπεμτπον μετὰ πολλῆς παρρησίας αὐτοῖς ἀπειλοῦντες κρίσιν θεοῦ, αάνθομολογούμενοι τὸν μακαρισμὸν τοῦ πάθους ἑαυτῶν, καταγελῶντες τὴν περιεργείαν τῶν συντρεχόντων, Σατύρου λέγοντος· Ἦ αὔριον ἡμέρα ὑμῖν οὐκ ἐπαρκεῖ; τί ἡδέως ὁρᾶτε σὓς μισεῖτε· σήμερον φίλοι· αὔριον ἐχθροί; πλὴν ἐπισημειώσασθε τὰ πρόσωπα ἡμῶν ἐπιμελῶς ἵνα καὶ ἐπιγνῶτε ἡμᾶς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. οὕτως ἅπαντες ἐκεῖθεν ἐκπληττόμενοι ἐχαωρίζοντο· ἐξ ὧν πλεῖστοι ἐπίστευσαν. Ἐπέλαμψε δὲ ἡμέρα τῆς νίκης αὐτῶν· καὶ προῆλθον ἐκ τῆς φυλακῆς εἰς τὸ ἀμφιθέατρον ὡς εἰς οὐρανὸν ἀπιόντες, ἱλαροὶ καὶ φαιδροὶ τῷ προσώπῳ, πτοούμενοι εἰ τύχοι χαρᾷ μᾶλλον ἢ φόβῳ. ἠκολούθει δὲ ἡ Περπετούα πρᾴως βαδίζουσα, ὡς ματρώνα Χριστοῦ, ἐγρηγόρῳ ὀφθαλμῷ, καὶ τῇ προσόψει καB ταβάλλουσα τὰς πάντων ὁράσεις. ὁμοίως καὶ ἡ Φηλικητάτη χαίρουσα ἐπὶ τῇ τοῦ τοκετοῦ ὑγείᾳ ἵνα θηριομαχήσῃ, ἀπὸ αἵματος εἰς αἷμα, ἀπὸ μαίας πρὸς μονομαχίαν, μέλλουσα λούσασθαι μετὰ τὸν τοκετόν, βαπτισμῷ δευτέρῳ, τουτέστι τῷ ἰδίῳ αἵματι. ὅτε δὲ ἤγγισαν πρὸ τοῦ ἀμφιθεάτρου, ἠναγκάζοντο ἐνδύσασθαι σχήματα, οἱ μὲν ἄρρενες ἱερέων Κρόνου, αἱ δὲ θηλεῖαι τῆς Δημήτρας· ἀλλ᾽ ἡ εὐγενεστάτη ἐκείνη Περπετούα παρρησίᾳ ήγωνίσατο ἕως τέλους· ἔλεγεν γάρ· Διὰ τοῦτο ἑκουσίως εἰς τοῦτο ἐληλύθαμεν, ἵνα ἡ ἐλευθερία ἡμῶν μὴ ἡττηθῇ· διὰ τοῦτο τὴν ψυχὴν ἡμῶν παρεδώκαμεν, ἵνα μηδὲν τῶν τοιούτων πράξωμεν· τοῦτο συνεταξάμεθα μεθ᾽ ὑμῶν. ἐπέγνω ἡ ἀδικία τὴν δικαιοσύνηνʼ καὶ μετέπειτα ἐπέτρεψεν ὁ χιλίαρχος ἵνα οὕτως εἰσαχθῶσιν ὡς ἦσαν· καὶ ἡ Περπετούα ἔψαλλεν, τὴν κεφαλὴν τοῦ Αἰγυπτίου ἤδη πατοῦσα. Ῥεουκάτος δὲ καὶ Σατουρνῖλος καὶ Σάτυρος τῷ θεωροῦντι ὄχλῳ προσωμίλουν· καὶ γενόμενοι ἔμπροσθεν Ἱλαριάνου, κινήμασιν καὶ νεύμασιν ἔφασαν· Σὺ ἡμᾶς καὶ σὲ ὁ θεός. πρὸς ταῦτα ἀγριωθεὶς ὁ ὄχλος μαστιγωθῆναι αὐτοὺς ἐβόησεν· ἀλλὰ οἱ ἅγιοι ἠγαλλιάσθησαν ὅτι ὑπέμεινάν τι καὶ τῶν κυριακῶν παθῶν. Ἀλλ᾽ ὁ εἰπών Αἰτεῖσθε καὶ λήψεσθε ἔδωκεν τοῖς αἰτήσασιν ταύτην τὴν δόξαν οἵαν ἕκαστος αὐτῶν ἐπεθύμησεν. εἴποτε γὰρ μεθ᾽ ἑαυτῶν περὶ τῆς εὐχῆς τοῦ μαρτυρίου συνελάλουν, Σατουρνῖλος μὲν πᾶσιν τοῖς θηρίοις βληθῆναι ἑαυτὸν θέλειν ἔλεγεν πάντως ἵνα ἐνδοξότερον στέφανον ἀπολάβῃ. ἐν ἀρχῇ γοῦν τῆς θεωρίας αὐτὸς μετὰ Ῥεουκάτου πάρδαλιν ὑπέμεινεν· ἀλλὰ καὶ ὕστερον ἐπὶ τῆς γεφύρας ὑπὸ ἄρκου διεσπαράχθη. Σάτυρος δὲ οὐδὲν ἄλλο ἢ ἄρκον ἀπεστρέφετο· καὶ ἑνὶ δήγματι παρδάλεως τελειοῦσθαι αὐτὸν ἐπεπόθει· ὥστε καὶ τῷ συῒ διακονούμενος ἐσύρη μόνον, σχοινίῳ προσδεθείς· ὁ δὲ θηρτὴς ὁ τῷ συῒ αὐτὸν προσβαλὼν ὑπὸ τοῦ θηρὸς κατετρώθη οὕτως ὡς μεθ᾽ ἡμέραν τῶν φιλοτιμιῶν ἀποθανεῖν. ἀλλὰ καὶ πρὸς ἄρκον διαδεθεὶς ὑγιὴς πάλιν διέμεινεν· ἐκ γὰρ τοῦ ζωγρίου αὐτῆς ἡ ἄρκος οὐκ ἐθέλησεν ἐξελθεῖν.