Μαρτύριον τῆς ἁγίας Περπετούας καὶ τῶν σὺν αὐτῇ τελειωθέντων ἐν Ἀφρικῇ· τῇ πρὸ τεσσάρων νονῶν Φευρουαρίων. Εὐλόγησον. Ἐπὶ Οὐαλεριάνου καὶ Γαλιηνοῦ διωγμὸς ἐγένετο, ἐν ᾧ ἐμαρτύρησαν οἱ ἅγιοι Σάτυρος, Σατουρνῖλος, Ῥεουκάτος, Περπετούα, Φηλικητάτη, νόναις Φεουρουαρίαις. Εἰ τὰ παλαιὰ τῆς πίστεως δόγματα, καὶ δόξαν θεοῦ φανεροῦντα καὶ οἰκοδομὴν ἀνθρώποις ἀποτελοῦντα, διὰ τοῦτό ἐστιν γεγρααμμένα, ἴνα τῇ ἀναγνώσει αὑτῶν ὡς παρουσίᾳ τῶν πραγμάτων χρώμεθα καὶ ὁ θεὸς δοξασθῇ, διατί μὴ καὶ τὰ καινὰ παραδείγματα, ἅτε δὴ ἑκάτερα ἐργαζόμενα ὠφέλειαν, ὡσαύτως γραφῇ παραδοθείη; ἢ γὰρ τὰ νῦν πραχθέντα οὐ τὴν αὐτὴν παρρησίαν ἔχει, ἐπεὶ δοκεῖ πως εἶναι τὰ ἀρχαῖα σεμνότερα; πλὴν καὶ ταῦτα ὕστερόν ποτε γενόμενα παλαιά, ὡσαύτως τοῖς μεθ’ ἡμᾶς γενήσεται καὶ ἀναγκαῖα καὶ τίμια. ἀλλʼ ὅψωνται οἵτινες μίαν δύναμιν ἑνὸς ἁγίου πνεύματος κατὰ τὰς ἡλικίας κρίνουσι τῶν χρόνων· ὅτε δὴ δυνατώτερα ἕδει νοεῖσθαι τὰ καινότερα, ώς ἔχοντα αὐξανομένης τῆς χάριτος τῆς εἰς τὰ τέλη τῶν καιρῶν ἐπηγγελμένης. Ἐν ἐσχάταις γὰρ ἡμέραις, λέγει ὁ κύριος, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν· καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσες ὄψονται, καὶ οἱ πρεσβῦται ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται. ἡμεῖς δὲ οἵτινες προφητείας καὶ ὁράσεις καινὰς δεχόμεθα καὶ ἐπιγινώσκομεν καὶ τιμῶμεν πάσας τὰς δυνάμεις τοῦ ἁγίου πνεύματος, ὡς χορηγεῖ τῇ ἁγίᾳ ἐκκλησίᾳ πρὸς ἣν καὶ ἐπέμφθη πάντα τὰ χαρίσματα ἐν πᾶσιν διοικοῦν, ἑκάστῳ ὡς ἐμέρισεν ὁ θεός, ἀναγκαίως καὶ ἀναμιμνήσκομεν καὶ πρὸς οἰκοδομὴν εἰσάγομεν, μετά ἀγάπης ταῦτα ποιοῦντες εἰς δόξαν θεοῦ, καὶ ἵνα μή πως ᾖ ἀβέβαιός τις καὶ ὀλιγόπιστος, ἢ καὶ τοῖς παλαιοῖς μόνον τὴν χάριν καὶ τὴν δύναμιν δίδοσθαι νομίσῃ, εἴτε ἐν τοῖς τῶν μαρτύρων εἴτε ἐν τοῖς τῶν άποκαλύψeεων ἀξιώμασιν· πάντοτε ἐργαζομένου τοῦ θεοῦ ἃ ἐπηγγείλατο εἰς μαρτύριον μὲν τῶν ἀπίστων εἰς ἀντίληψιν δὲ τῶν πιστῶν. καὶ ἡμεῖς ἃ ἠκοῦσαμεν καὶ ἑωράκαμεν καὶ ἐψηλαφήσαμεν εὐαγγελιζόμεθα ὑμῖν, ἀδελφοὶ καὶ τέκνα· ἵνα καὶ οἱ συμτπαρόντες ἀναμνησθῶσιν δόξης θεοῦ, καὶ οἱ νῦν δι᾽ ἀκοῆς γινώσκοντες κοινωνίαν ἔχητε μετὰ τῶν ἁγίων μαρτύρων, καὶ δἰ αὐτῶν μετὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Ἐν πόλει Θουρβιτάνων τῇ μικροτέρᾳ συνελήφθησαν νεανίσκοι κατηχούμενοι, ῾Ρεουκάτος καὶ Φηλικητάτη σύνδουλοι, καὶ Σατουρνῖλος καὶ Σεκοῦνδος· μετʼ αὐτῶν δὲ καὶ Οὐιβία Περπετούα, ἥτις ἦν γεννηθεῖσα εὐγενῶς καὶ τραφεῖσα πολυτελῶς γαμηθεῖσά τε ἐξόχως. αὕτη εἶχεν πατέρα καὶ μητέρα καὶ δύο ἀδελφοὺς, ὧν ὁ ἕτερος ἦν ὡσαύτως κατηχούμενος· εἶχεν δὲ καὶ τέκνον, ὅ πρὸς τοῖς μασθοῖς ἔτι ἐθήλαζεν· ἦν δὲ αὕτη ἐτῶν εἴκοσι δύο· ἥτις πᾶσαν τὴν τάξιν τοῦ μαρτυρίου ἐντεῦθεν διηγήσατο, ὡς καὶ τῷ νοὶ αὐτῆς καὶ τῇ χειρὶ συγγράψασα κατέλιπεν οὕτως εἰποῦσα. Ἔτι, φησίν, ἡμῶν παρατηρουμένων ἐπεχείρει ὁ πατήρ μοι λόγοις πείθειν με κατὰ τὴν ἑαυτοῦ εὐσπλαγχνίαν τῆς προκειμένης ὁμολογίας ἐκπεσεῖν· κἀγὼ πρὸς αὐτόν· Πάτερ, ἔφην, ὁρᾶς λόγου χάριν σκεῦος κείμενον ἢ ἄλλο τι τῶν τοιούτων; κἀκεῖνος ἀπεκρίθη· Ὁρῶ. κἀγώ· Ἄλλο ὀνομάζειν αὐτὸ μὴ θέμις; οὐδὲ δύναμαι, εἰ μή ὃ εἰμί, τουτέστι χριστιανή. τότε ὁ πατήρ μου ταραχθεὶς τῷδε τῷ λόγῳ ἐπελθὼν ἠθέλησεν τοὺς ὀφθαλμούς μου ἐξορύξαι· ἔπειτα μόνον κράξας, ἐξῆλθεν νικηθεὶς μετὰ τῶν τοῦ διαβόλου μηχανῶρ. τότε ὀλίγας ἡμέρας ἀποδημήσαντος αὐτοῦ, ηὐχαρίστησα τῷ κυρίῳ καὶ ἥσθην ἀπόντος αὐτοῦ· καὶ ἐν αὐταῖς ταῖς ἡμέραις ἐβατπτίσθημεν· καὶ ἐμὲ ὑπηγόρευσεν τὸ πνεῦμα τὸ ἅγιον μηδὲν ἄλλο αἰτήσασθαι ἀπὸ τοῦ ὕδατος τοῦ βαπτίσματος εἰ μὴ σαρκὸς ὑπομονήν. μετὰ δὲ ὀλίγας ἡμέρας ἐβλήθημεν εἰς φυλακὴν, καὶ ἐξενίσθην· οὐ γὰρ πώποτε τοιοῦτον ἑωράκειν σκότος· ὡς δεινὴν ἡμέραν καῦμά τε σφοδρόν· καὶ γὰρ ἀνθρώπων πλῆθος ἦν ἐκεῖ ἄλλως τε καὶ στρατιωτῶν συκοφαντίαις πλείσταις· μεθ᾽ ἃ δὴ πάντα κατεπονούμην διὰ τὸ νήπιον τέκνον. τότε Τέρτιος καὶ Πομπόνιος, εὐλογημένοι διάκονοι οἳ διηκόνουν ἡμῖν, τιμὰς δόντες ἐποίησαν ἡμᾶς εἰς ἡμερώτερον τόπον τῆς φυλακῆς μεταχθῆναι τότε ἀναπνοῆς ἐτύχομεν, καὶ δὴ ἕκαστοι προσαχθέντες ἐσχόλαζον ἑαυτοῖς· καὶ τὸ βρέφος ἠνέχθη πρός με, καὶ ἐπεδίδουν αὐτῷ γάλα, ἤδη αὐχμῷ μαρανθέν· τῇ μητρὶ προσελάλουν, τὸν ἀδελφὸν προετρεπόμην, τὸ νήπιον παρετιθέμην· ἐτηκόμην δὲ ὅτι ἐθεώρουν αὐτοὺς δι᾽ ἐμὲ λυπουμένους· οὕτως περίλυπος πλείσταις ἡμέραις οὖσα, ᾔτησα καὶ τὸ βρέφος ἐν τῇ φυλακῇ μετ᾽ ἐμοῦ μένειν· κἀκεῖνο ἀνέλαβεν καὶ ἐγώ ἐκουφίσθην ἀπὸ ἀνίας καὶ πόνου, καὶ ἰδοὺ ἡ φυλακὴ ἐμοὶ γέγονεν πραιτώριον, ὡς μᾶλλόν με ἐκεῖ θέλειν εἶναι, καὶ οὐκ ἀλλαχοῦ. Τότε εἶπέν μοι ὁ ἀδελφός· Κυρία ἀδελφή, ἤδη ἐν μεγάλῳ ἀξιώματι ὑπάρχεις, τοσαύτη οὖσα ὡς εἰ αἰτήσειας ὀπτασίας ὀπτασίαν λάβοις ἂν εἰς τὸ δειχθῆναί σοι εἴπερ ἀναβολὴν ἔχεις ἢ παθεῖν μέλλεις. κἀγὼ ἥτις ᾔδειν με ὁμιλοῦσαν θεῷ, οὗ γε δὴ τοσαύτας εὐεργεσίας εἶχον, πίστεως πλήρης οὖσα ἐπηγγειλάμην αὐτῷ εἰποῦσα· Αὔριόν σοι ἀπαγγελῶ. ᾐτησάμην δέ, καὶ ἐδείχθη μοι τοῦτο· εἶδον κλίμακα χαλκῆν θαυμαστοῦ μήκους· ἧς τὸ μῆκος ἄχρις οὐρανοῦ· στενὴ δὲ ἦν ὡς μηδένα δι᾽ αὐτῆς δύνασθαι εἰ μὴ μοσχὸν ἕνα ἀναβῆναι· ἐξ ἑκατέρων δὲ τῶν τῆς κλίμακος μερῶν πᾶν εἶδος ἦν ἐμπεπηγμένον ἐκεῖ ξιφῶν, δοράτων, ἀγκίστρων, μαχαιρῶν, ὀβελίσκων· ἵνα πᾶς ὁ ἀναβαίνων ἀμελῶς καὶ μὴ ἀναβλέπων τοῖς ἀκοντίοις τὰς σάρκας σπαραχθείη· ἦν δὲ ὑπ᾽ αὐτῇ τῇ κλίμακι δράκων ὑπερμεγέθης, ὃς δὴ τοὺς άἀναβαίνοντας ἐνήδρευεν, ἐκθαμβῶν ὅπως μὴ τολμῶσιν ἀναβαίνειν. ἀνέβη δὲ ὁ Σάτυρος· ὃς δὴ ὕστερον δι᾽ ἡμᾶς ἑκὼν παρέδωκεν ἑαυτόν· αὐτοῦ γὰρ καὶ οἰκοδομὴ ἦμεν· ἀλλʼ ὅτε συνελήφθημεν ἀπῆν. ὡς οὖν πρὸς τὸ ἄκρον τῆς κλίμακος παρεγένετο, ἐστράφη καὶ εἶπεν· Περπετούα, περιμένω σε· ἀλλὰ βλέπε μή σε ὁ δράκων δάκῃ· καὶ εἶπον· Οὐ μή με βλάψῃ, ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ. καὶ ὑποκάτω τῆς κλίμακος ὡσεὶ φοβούμενός με ἠρέμα τὴν κεφαλὴν προσήνεγκεν· καὶ ὡς εἰς τὸν πρῶτον βαθμὸν ἠθέλησα ἐπιβῆναι, τὴν κεφαλὴν αὐτοῦ ἐπάτησα. καὶ εἶδον ἐκεῖ κῆπον μέγιστον, καὶ ἐν μέσῳ τοῦ κήπου ἄνθρωπον πολιὸν καθεζόμενον ποιμένος σχῆμα ἔχοντα ὑπερμεγέθη, ὃς ἤλμευγε τὰ πρόβατα· περιειστήκεισαν δὲ αὐτῷ πολλαὶ χιλιάδες λευχειμονοίντων· ἐπαάρας δὲ τὴν κεφαλὴν ἐθεάσατό με καὶ εἶπεν· Καλῶς ἐλήλυθας, τέκνον. καὶ ἐκάλεσέν με, καὶ ἐκ τοῦ τυροῦ οὗ ἤλμευγεν ἔδωκέν μοι ὡσεὶ ψωμίον· καὶ ἔλαβον ζεύξασα τὰς χεῖράς μου καὶ ἔφαγον· καὶ εἶπαν πάντες οἱ παρεστῶτες· Ἀμήν. καὶ πρὸς τὸν ἦχον τῆς φωνῆς ἐξυπνίσθην ἔτι τί ποτε μασωμένη γλυκύ· καὶ εὐθέως διηγησάμην τῷ ἀδελφῷ καὶ ἐνοήσαμεν ὅτι δέοι παθεῖν· καὶ ἠρξάμην ἔκτοτε μηδεμίαν ἐλπίδα ἐν τῷ αἰῶνι τούτῳ ἔχειν.