<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg2003.tlg017.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="paragraph" xml:base="urn:cts:greekLit:tlg2003.tlg017.perseus-grc2" n="61"><p rend="align(indent)"><milestone n="346e" unit="page" resp="Spanheim"/> Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τῶν υἱῶν Ἀδὰμ ἀπαρχὰς τῷ θεῷ διδόντων, <q>Ἐπεῖδεν ὁ θεὸς</q> <milestone n="347a" unit="page" resp="Spanheim"/> φησὶν <q>ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ. ἐπὶ δὲ Κάιν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχε. καὶ ἐλύπησε τὸν Κάιν λίαν, καὶ συνέπεσε τὸ πρόσωπον αὐτοῦ. καὶ εἶπε κύριος ὁ θεὸς τῷ Κάιν· Ἵνα τί περίλυπος ἐγένου, καὶ ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου; οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες;</q> ἀκοῦσαι οὖν ἐπιποθεῖτε, τίνες ἦσαν αὐτῶν αἱ προσφοραί; <q>Καὶ ἐγένετο μεθ̓ ἡμέρας, ἀνήνεγκε Κάιν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ κυρίῳ. καὶ Ἄβελ <milestone n="347b" unit="page" resp="Spanheim"/> ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων καὶ ἀπὸ τῶν στεάτων αὐτῶν.</q> ναί, φασίν, οὐ τὴν θυσίαν, ἀλλὰ τὴν διαίρεσιν ἐμέμψατο πρὸς Κάιν εἰπών· <q>Οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες;</q> τοῦτο ἔφη τις πρὸς ἐμὲ τῶν πάνυ σοφῶν ἐπισκόπων· ὁ δὲ ἠπάτα μὲν ἑαυτὸν πρῶτον, εἶτα καὶ τοὺς ἄλλους. ἡ γὰρ διαίρεσις μεμπτὴ κατὰ τίνα τρόπον ἦν, ἀπαιτούμενος, οὐκ εἶχεν ὅπως διεξέλθῃ, οὐδέ ὅπως πρὸς ἐμὲ ψυχρολογήσῃ. βλέπων δὲ αὐτὸν ἐξαπορούμενον, <pb n="v.2.p.420"/> <q>Αὐτὸ τοῦτο,</q> εἶπον <q>ὃ σὺ λέγεις, ὁ θεὸς ὀρθῶς ἐμέμψατο. τὸ μὲν γὰρ τῆς προθυμίας ἴσον ἦν ἀπ̓ ἀμφοτέρων, ὅτι δῶρα ὑπέλαβον χρῆναι καὶ θυσίας ἀναφέρειν ἀμφότεροι τῷ θεῷ. περὶ δὲ τὴν διαίρεσιν ὁ μὲν ἔτυχεν, ὁ δὲ ἥμαρτε τοῦ σκοποῦ. πῶς καὶ τίνα τρόπον; ἐπειδὴ γὰρ τῶν ἐπὶ γῆς ὄντων τὰ μέν ἐστιν ἔμψυχα, τὰ δὲ ἄψυχα, τιμιώτερα δὲ τῶν ἀψύχων ἐστὶ τὰ ἔμψυχα τῷ ζῶντι καὶ ζωῆς αἰτίῳ θεῷ, καθὸ καὶ ζωῆς μετείληφε καὶ ψυχῆς οἰκειοτέρας —διὰ τοῦτο τῷ τελείαν προσάγοντι θυσίαν ὁ θεὸς ἐπηυφράνθη.</q></p></div><div type="textpart" subtype="paragraph" xml:base="urn:cts:greekLit:tlg2003.tlg017.perseus-grc2" n="62"><p rend="align(indent)"><milestone n="351a" unit="page" resp="Spanheim"/> Νυνὶ δὲ ἐπαναληπτέον ἐστί μοι πρὸς αὐτούς· διὰ τί γὰρ οὐχὶ περιτέμνεσθε; <q>Παῦλος,</q> φασίν, <q>εἶπε περιτομὴν καρδίας, ἀλλ’ οὐχὶ τῆς σαρκὸς δεδόσθαι πιστεύσαντι τῷ Ἁβραάμ. οὐ μὴν ἔτι τὰ κατὰ σάρκα ἔφη, καὶ δεῖ πιστεῦσαι τοῖς ὑπ̓ αὐτοῦ καὶ Πέτρου κηρυττομένοις λόγοις οὐκ ἀσεβέσιν.</q> ἄκουε δὲ πάλιν, ὅτι τὴν κατὰ σάρκα περιτομὴν εἰς διαθήκην ὁ θεὸς λέγεται δοῦναι καὶ <milestone n="351b" unit="page" resp="Spanheim"/> εἰς σημεῖον τῷ Ἁβραάμ· <q>Καὶ αὕτη ἡ διαθήκη, ἣν διατηρήσεις ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου εἰς τὰς γενεὰς ὑμῶν. καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον ἐμοῦ καὶ τοῦ σπέρματός σου.</q><gap reason="lost" rend="..."/>ὅτε τοίνυν, ὅτι προσήκει τηρεῖν <pb n="v.2.p.422"/> τὸν νόμον, ἀναμφισβητήτως προστέταχε καὶ τοῖς μίαν παραβαίνουσιν ἐντολὴν ἐπήρτησε δίκας, ὑμεῖς, οἱ συλλήβδην ἁπάσας παραβεβηκότες, ὁποῖον εὑρήσετε τῆς ἀπολογίας τὸν τρόπον; ἢ γὰρ ψευδοεπήσει ὁ Ἰησοῦς, ἤγουν ὑμεῖς πάντη <milestone n="351d" unit="page" resp="Spanheim"/> καὶ πάντως οὐ νομοφύλακες. <q>Ἡ περιτομὴ ἔσται <milestone n="354a" unit="page" resp="Spanheim"/> περὶ τὴν σάρκα σου,</q> ὁ Μωυσῆς φησι. παρακούσαντες τούτου <q>Τὰς καρδίας</q> φασὶ <q>περιτεμνόμεθα.</q> πάνυ γε· οὐδεὶς γὰρ παρ’ ὑμῖν κακοῦργος, οὐδεὶς μοχθηρός· οὕτω περιτέμνεσθε τὰς καρδίας. <q>Τηρεῖν ἄζυμα καὶ ποιεῖν τὸ πάσχα οὐ δυνάμεθα</q> φασίν· <q>ὑπὲρ ἡμῶν γὰρ ἅπαξ ἐτύθη Χριστός.</q> καλῶς· εἶτα ἐκώλυσεν ἐσθίειν ἄζυμα; καίτοι, μὰ τοὺς θεούς, εἷς εἰμι τῶν <milestone n="354b" unit="page" resp="Spanheim"/> ἐκτρεπομένων συνεορτάζειν Ἰουδαίοις, ἀεὶ δὲ προσκυνῶν τὸν θεὸν Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, οἳ ὄντες αὐτοὶ Χαλδαῖοι, γένους ἱεροῦ καὶ θεουργικοῦ, τὴν μὲν περιτομὴν ἔμαθον Αἰγυπτίοις ἐπιξενωθέντες, ἐσεβάσθησαν δὲ θεόν, ὃς ἐμοὶ καὶ τοῖς αὐτόν, ὥσπερ Ἁβραὰμ ἔσεβε, σεβομένοις εὐμενὴς ἦν, μέγας τε ὢν πάνυ καὶ δυνατός, ὑμῖν δὲ οὐδὲν προσήκων. οὐδὲ γὰρ τὸν Ἁβραὰμ μιμεῖσθε, βωμούς τε ἐγείροντες αὐτῷ καὶ οἰκοδομοῦντες <milestone n="354c" unit="page" resp="Spanheim"/> θυσιαστήρια καὶ θεραπεύοντες ὥσπερ <milestone n="356c" unit="page" resp="Spanheim"/> ἐκεῖνος ταῖς ἱερουργίαις. ἔθυε μὲν γὰρ Ἁβραάμ, ὥσπερ καὶ ἡμεῖς, ἀεὶ καὶ συνεχῶς. ἐχρῆτο δὲ μαντικῇ τῇ τῶν διᾳττόντων ἄστρων· Ἑλληνικὸν ἴσως καὶ τοῦτο. οἰωνίζετο δὲ μειζόνως. ἀλλὰ <pb n="v.2.p.424"/> καὶ τὸν ἐπίτροπον τῆς οἰκίας εἶχε συμβολικόν. <milestone n="356d" unit="page" resp="Spanheim"/> εἰ δὲ ἀπιστεῖ τις ὑμῶν, αὐτὰ δείξει σαφῶς τὰ ὑπὲρ τούτων εἰρημένα Μωυσῇ· <q>μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη κυρίου λόγος πρὸς Ἁβραὰμ λέγων ἐν ὁράματι τῆς νυκτός· μὴ φοβοῦ, Ἁβραάμ, ἐγὼ ὑπερασπίζω σου. ὁ μισθός σου πολὺς ἔσται σφόδρα. λέγει δὲ Ἁβραάμ· δέσποτα, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος, ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου κληρονομήσει με. καὶ εὐθὺς φωνὴ τοῦ θεοῦ ἐγένετο πρὸς αὐτὸν λέγοντος· οὐ κληρονομήσει σε οὗτος, ἀλλ’ ὃς ἐξελεύσεται <milestone n="356e" unit="page" resp="Spanheim"/> ἐκ σοῦ, οὗτος κληρονομήσει σε. ἐξήγαγε δὲ αὐτὸν καὶ εἶπεν αὐτῷ· ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. καὶ εἶπεν· οὕτως ἔσται τὸ σπέρμα σου. καὶ ἐπίστευσεν Ἁβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.</q></p></div><div type="textpart" subtype="paragraph" xml:base="urn:cts:greekLit:tlg2003.tlg017.perseus-grc2" n="63"><p rend="align(indent)">Εἴπατε ἐνταῦθα μοι τοῦ χάριν ἐξήγαγεν αὐτὸν καὶ τοὺς ἀστέρας ἐδείκνυεν ὁ χρηματίζων ἄγγελος ἢ θεός; οὐ γὰρ ἐγίνωσκεν ἔνδον ὤν, ὅσον τι τὸ <milestone n="357a" unit="page" resp="Spanheim"/> πλῆθός ἐστι τῶν νύκτωρ ἀεὶ φαινομένων καὶ μαρμαρυσσόντων ἀστέρων; ἀλλ’, οἶμαι, δεῖξαι τοὺς διᾴττοντας αὐτῷ βουλόμενος, ἵνα τῶν ῥημάτων ἐναργῆ πίστιν παράσχηται τὴν πάντα κραίνουσαν καὶ ἐπικυροῦσαν οὐρανοῦ ψῆφον. <milestone n="358c" unit="page" resp="Spanheim"/> ὅπως δὲ μή τις ὑπολάβῃ βίαιον εἶναι τὴν τοιαύτην <pb n="v.2.p.426"/> ἐξήγησιν, ἐφεξῆς ὅσα πρόσκειται παραθεὶς αὐτῷ πιστώσομαι. γέγραπται γὰρ ἑξῆς· <q>Εἶπε δὲ πρὸς αὐτόν· ἐγώ εἰμι ὁ θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι αὐτήν. εἶπε δέ· δέσποτα κύριε, <milestone n="358d" unit="page" resp="Spanheim"/> κατὰ τί γνώσομαι, ὅτι κληρονομήσω αὐτήν; εἶπε δὲ αὐτῷ· λάβε μοι δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα καὶ τρυγόνα καὶ περιστεράν. ἔλαβε δὲ αὐτῷ πάντα ταῦτα καὶ διεῖλεν αὐτὰ μέσα· καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις· τὰ δὲ ὄρνεα οὐ διεῖλε. κατέβη δὲ ὄρνεα ἐπὶ τὰ διχοτομήματα καὶ συνεκάθισεν αὐτοῖς Ἁβραάμ.</q></p></div><div type="textpart" subtype="paragraph" xml:base="urn:cts:greekLit:tlg2003.tlg017.perseus-grc2" n="64"><p rend="align(indent)">Τὴν τοῦ φανέντος ἀγγέλου πρόρρησιν ἤτοι θεοῦ διὰ τῆς οἰωνιστικῆς ὁρᾶτε κρατυνομένην, οὐχ, ὥσπερ παρ’ ὑμῖν, ἐκ παρέργου, μετὰ θυσιῶν <milestone n="358e" unit="page" resp="Spanheim"/> δὲ τῆς μαντείας ἐπιτελουμένης; φησὶ δέ, ὅτι τῇ τῶν οἰωνῶν ἐπιπτήσει βεβαίαν ἔδειξε τὴν ἐπαγγελίαν. ἀποδέχεται δὲ τὴν πίστιν Ἁβραὰμ προσεπάγων, ὅτι ἀληθείας ἄνευ πίστις ἠλιθιότης ἔοικέ τις εἶναι καὶ ἐμβροντησία. τὴν δὲ ἀλήθειαν οὐκ ἔνεστιν ἰδεῖν ἐκ ψιλοῦ ῥήματος, ἀλλὰ χρή τι καὶ παρακολουθῆσαι τοῖς λόγοις ἐναργὲς σημεῖον, ὃ πιστώσεται γενόμενον τὴν εἰς τὸ μέλλον πεποιημένην προαγόρευσιν<gap reason="lost" rend="..."/> </p></div><div type="textpart" subtype="paragraph" xml:base="urn:cts:greekLit:tlg2003.tlg017.perseus-grc2" n="65"><p rend="align(indent)"><milestone n="351d" unit="page" resp="Spanheim"/> Πρόφασις ὑμῖν τῆς ἔν γε τούτῳ ῥᾳστώνης περιλέλειπται μία, τὸ μὴ ἐξεῖναι θύειν ἔξω γεγονόσι <milestone n="324a" unit="page" resp="Spanheim"/> τῶν Ἱεροσολύμων, καίτοι Ἡλίου τεθυκότος ἐν τῷ <milestone n="324c" unit="page" resp="Spanheim"/> Καρμηλίῳ, καὶ οὐκ ἔν γε τῇ ἁγίᾳ πόλει. </p></div></div></body></text></TEI>