Προσήκει δὴ λοιπὸν ἀναμνησθῆναι τῶν ἔμπροσθεν, ὧν ἕνεκεν ἐρρήθη καὶ ταῦτα. διὰ τί γὰρ ἀποστάντες ἡμῶν οὐχὶ τὸν τῶν Ἰουδαίων ἀγαπᾶτε νόμον οὐδὲ ἐμμένετε τοῖς ὑπ̓ ἐκείνου λεγομένοις; ἐρεῖ πάντως τις ὀξὺ βλέπων· οὐδὲ γὰρ Ἰουδαῖοι θύουσιν. ἀλλ’ ἔγωγε ἀμβλυώττοντα δεινῶς αὐτὸν ἀπελέγξω, πρῶτον μέν, ὅτι μηδὲ τῶν ἄλλων τι τῶν παρὰ τοῖς Ἰουδαίοις νενομισμένων ἐστὶ καὶ ὑμῖν ἐν φυλακῇ· δεύτερον δέ, ὅτι θύουσι μὲν ἐν ἀδράκτοις Ἰουδαῖοι καὶ νῦν ἔτι πάντα ἐσθίουσιν ἱερὰ καὶ κατεύχονται πρὸ τοῦ θῦσαι καὶ τὸν δεξιὸν ὦμον διδόασιν ἀπαρχὰς τοῖς ἱερεῦσιν, ἀπεστερημένοι δὲ τοῦ ναοῦ, ἤ, ὡς αὐτοῖς ἔθος λέγειν, τοῦ ἁγιάσματος, ἀπαρχὰς τῷ θεῷ τῶν ἱερείων εἴργονται προσφέρειν. ὑμεῖς δὲ οἱ τὴν καινὴν θυσίαν εὑρόντες, οὐδὲν δεόμενοι τῆς Ἱερουσαλήμ, ἀντὶ τίνος οὐ θύετε; καίτοι τοῦτο μὲν ἐγὼ πρὸς ὑμᾶς ἐκ περιουσίας εἶπον, ἐπεί μοι τὴν ἀρχὴν ἐρρέθη βουλομένῳ δεῖξαι τοῖς ἔθνεσιν ὁμολογοῦντας Ἰουδαίους ἔξω τοῦ νομίζειν ἕνα θεὸν μόνον. ἐκεῖνο γὰρ αὐτῶν μὲν ἴδιον, ἡμῶν δὲ ἀλλότριον, ἐπεὶ τά γε ἄλλα κοινά πως ἡμῖν ἐστι, ναοί, τεμένη, θυσιαστήρια, ἁγνεῖαι, φυλάγματά τινα, περὶ ὧν ἢ τὸ παράπαν οὐδαμῶς ἢ μικρὰ διαφερόμεθα πρὸς ἀλλήλους Ἀνθ̓ ὅτου περὶ τὴν δίαιταν οὐχὶ τοῖς Ἰουδαίοις ὁμοίως ἐστὲ καθαροί, πάντα δὲ ἐσθίειν ὡς λάχανα χόρτου δεῖν φατε Πέτρῳ πιστεύσαντες, ὅτι, φασίν, εἶπεν ἐκεῖνος· Ἃ ὁ θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου ; τί τούτου τεκμήριον, ὅτι πάλαι μὲν ἄττα ἐνόμιζεν ὀ θεὸς μιαρά, νυνὶ δὲ καθαρὰ πεποίηκεν αὐτά; Μωυσῆς μὲν γὰρ ἐπὶ τῶν τετραπόδων ἐπισημαινόμενος πᾶν τὸ διχηλοῦν, φησίν, ὁπλὴν καὶ ἀναμαρυκίζον μαρυκισμὸν καθαρὸν εἶναι, τὸ δὲ μὴ τοιοῦτον ἀκάθαρτον εἶναι. εἰ μὲν οὖν ὁ χοῖρος ἀπὸ τῆς φαντασίας Πέτρου νῦν προσέλαβε τὸ μαρυκᾶσθαι, πεισθῶμεν αὐτῷ· τεράστιον γὰρ ὡς ἀληθῶς, εἰ μετὰ τὴν φαντασίαν Πέτρου προσέλαβεν αὐτό. εἰ δὲ ἐκεῖνος ἐψεύσατο ταύτην ἑωρακέναι, ἵν̓ εἴπω καθ̓ ὑμᾶς, τὴν ἀποκάλυψιν ἐπὶ τοῦ βυρσοδεψίου, τί ἐπὶ τηλικούτων οὕτω ταχέως πιστεύσομεν; τί γὰρ ὁ Μωυσῆς ὑμῖν ἐπέταξε τῶν χαλεπῶν, εἰ ἀπηγόρευσεν ἐσθίειν πρὸς τοῖς ὑείοις τὰ τε πτηνὰ καὶ τὰ θαλάττια, ἀποφηνάμενος ὑπὸ τοῦ θεοῦ καὶ ταῦτα πρὸς ἐκείνοις ἐκβεβλῆσθαι καὶ ἀκάθαρτα πεφηνέναι; Ἀλλὰ τί ταῦτα ἐγὼ μακρολογῶ λεγόμενα παρ’ αὐτῶν, ἐξὸν ἰδεῖν, εἴ τινα ἰσχὺν ἔχει; λέγουσι γὰρ τὸν θεὸν ἐπὶ τῷ προτέρῳ νόμῳ θεῖναι τὸν δεύτερον. ἐκεῖνον μὲν γὰρ γενέσθαι πρὸς καιρὸν περιγεγραμμένον χρόνοις ὡρισμένοις, ὕστερον δὲ τοῦτον ἀναφανῆναι διὰ τὸ τὸν Μωυσέως χρόνῳ τε καὶ τόπῳ περιγεγράφθαι. τοῦτο ὅτι ψευδῶς λέγουσιν, ἀποδείξω σαφῶς, ἐκ μὲν τῶν Μωυσέως οὐ δέκα μόνας, ἀλλὰ μυρίας παρεχόμενος μαρτυρίας, ὅπου τὸν νόμον αἰώνιόν φησιν. ἀκούετε δὲ νῦν ἀπὸ τῆς ἐξόδου. Καὶ ἔσται ἡ ἡμέρα αὕτη ὑμῖν μνημόσυνον, καὶ ἑορτάσατε αὐτὴν ἑορτὴν κυρίῳ εἰς τὰς γενεὰς ὑμῶν. νόμιμον αἰώνιον ἑορτάσατε αὐτήν. ἀπὸ δὲ τῆς ἡμέρας τῆς πρώτης ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν. πολλῶν ἔτι τοιούτων παραλελειμμένων, ἀφ̓ ὧν τὸν νόμον τοῦ Μωυσέως αἰώνιον ἐγὼ μὲν εἰπεῖν διὰ τὸ πλῆθος παρῃτησάμην· ὑμεῖς δὲ ἐπιδείξατε, ποῦ τὸ παρὰ τοῦ Παύλου μετὰ τοῦτο τολμηθὲν εἴρηται, ὅτι δὴ τέλος νόμου Χριστός. ποῦ τοῖς Ἑβραίοις ὁ θεὸς ἐπηγγείλατο νόμον ἕτερον παρὰ τὸν κείμενον; οὐκ ἔστιν οὐδαμοῦ, οὐδὲ τοῦ κειμένου διόρθωσις. ἄκουε γὰρ τοῦ Μωυσέως πάλιν· Οὐ προσθήσετε ἐπὶ τὸ ῥῆμα, ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν, καὶ οὐκ ἀφελεῖτε ἀπ̓ αὐτοῦ. φυλάξασθε τὰς ἐντολὰς κυρίου τοψ͂ θεοῦ ὑμῶν, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον καὶ Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσιν. ὑμεῖς δὲ τὸ μὲν ἀφελεῖν καὶ προσθεῖναι τοῖς γεγραμμένοις ἐν τῷ νόμῳ μικρὸν ἐνομίσατε, τὸ δὲ παραβῆναι τελείως αὐτὸν ἀνδρειότερον τῷ παντὶ καὶ μεγαλοψυχότερον, οὐ πρὸς ἀλήθειαν, ἀλλ’ εἰς τὸ πᾶσι πιθανὸν βλέποντες Οὕτω δὲ ἐστε δυστυχεῖς, ὥστε οὐδὲ τοῖς ὑπὸ τῶν ἀποστόλων ὑμῖν παραδεδομένοις ἐμμενενήκατε· καὶ ταῦτα δὲ ἐπὶ τὸ χεῖρον καὶ δυσσεβέστερον ὑπὸ τῶν ἐπιγινομένων ἐξειργάσθη. τὸν γοῦν Ἰησοῦν οὔτε Παῦλος ἐτόλμησεν εἰπεῖν θεὸν οὔτε Ματθαῖος οὔτε Λουκᾶς οὔτε Μάρκος. ἀλλ’ ὁ χρηστὸς Ἰωάννης, αἰσθόμενος ἤδη πολὺ πλῆθος ἑαλωκὸς ἐν πολλαῖς τῶν Ἑλληνίδων καὶ Ἰταλιωτίδων πόλεων ὑπὸ ταύτης τῆς νόσου, ἀκούων δέ, οἶμαι, καὶ τὰ μνήματα Πέτρου καὶ Παύλου λάθρᾳ μέν, ἀκούων δὲ ὅμως αὐτὰ θεραπευόμενα πρῶτος ἐτόλμησεν εἰπεῖν. μικρὰ δὲ εἰπὼν περὶ Ἰωάννου τοῦ βαπτιστοῦ, πάλιν ἐπανάγων ἐπὶ τὸν ὑπ̓ αὐτοῦ κηρυττόμενον λόγον Καὶ ὁ λόγος φησὶ σάρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, τὸ δὲ ὅπως οὐ λέγει αἰσχυνόμενος. οὐδαμοῦ δὲ αὐτὸν οὔτε Ἰησοῦν οὔτε Χριστόν, ἄχρις οὗ θεὸν καὶ λόγον ἀποκαλεῖ, κλέπτων δὲ ὥσπερ ἠρέμα καὶ λάθρᾳ τὰς ἀκοὰς ἡμῶν, Ἰωάννην φησὶ τὸν βαπτιστὴν ὑπὲρ Χριστοῦ Ἰησοῦ ταύτην ἐκθέσθαι τὴν μαρτυρίαν, ὅτι ἄρ’ οὗτός ἐστιν, ὃν χρὴ πεπιστευκέναι θεὸν εἶναι λόγον. ἀλλ’ ὅτι μὲν τοῦτο περὶ Ἰησοῦ Χριστοῦ φησιν Ἰωάννης, οὐδὲ αὐτὸς ἀντιλέγω. καίτοι δοκεῖ τισι τῶν δυσσεβῶν ἄλλον μὲν Ἰησοῦν εἶναι Χριστόν, ἄλλον δὲ τὸν ὑπὸ Ἰωάννου κηρυττόμενον λόγον. οὐ μὴν οὕτως ἔχει. ὃν γὰρ αὐτὸς εἶναί φησι θεὸν λόγον, τοῦτον ὑπὸ Ἰωάννου φησὶν ἐπιγνωσθῆναι τοῦ βαπτιστοῦ Χριστὸν Ἰησοῦν ὄντα. σκοπεῖτε οὖν, ὅπως εὐλαβῶς, ἠρέμα καὶ λεληθότως ἐπεισάγει τῷ δράματι τὸν κολοφῶνα τῆς ἀσεβείας οὕτω τέ ἐστι πανοῦργος καὶ ἀπατεών, ὥστε αὖθις ἀναδύεται προστιθείς· Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱός, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο. πότερον οὖν οὗτός ἐστιν ὁ θεὸς λόγος σάρξ γενόμενος, ὁ μονογενὴς υἱός, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός; καὶ εἰ μὲν αὐτός, ὅνπερ οἶμαι, ἐθεάσασθε δήπουθεν καὶ ὑμεῖς θεόν. ἐσκήνωσε γὰρ ἐν ὑμῖν καὶ ἐθεάσασθε τὴν δόξαν αὐτοῦ. τί οὖν ἐπιλέγεις, ὅτι θεὸν οὐδεὶς ἑώρακε πώποτε; ἐθεάσασθε γὰρ ὑμεῖς εἰ καὶ μὴ τὸν πατέρα θεόν, ἀλλὰ τὸν θεὸν λόγον. εἰ δὲ ἄλλος ἐστὶν ὁ μονογενὴς υἱός, ἕτερος δὲ ὁ θεὸς λόγος, ὡς ἐγώ τινων ἀκήκοα τῆς ὑμετέρας αἱρέσεως, ἔοικεν οὐδὲ ὁ Ἰωάννης αὐτὸ τολμᾶν ἔτι. Ἀλλὰ τοῦτο μὲν τὸ κακὸν ἔλαβε παρὰ Ἰωάννου τὴν ἀρχήν· ὅσα δὲ ὑμεῖς ἑξῆς προσευρήκατε, πολλοὺς ἐπεισάγοντες τῷ πάλαι νεκρῷ τοὺς προσφάτους νεκρούς, τίς ἂν πρὸς ἀξίαν βδελύξαιτο; πάντα ἐπληρώσατε τάφων καὶ μνημάτων, καίτοι οὐκ εἴρηται παρ’ ὑμῖν οὐδαμοῦ τοῖς τάφοις προσκαλινδεῖσθαι καὶ περιέπειν αὐτούς. εἰς τοῦτο δὲ προεληλύθατε μοχθηρίας, ὥστε οἴεσθαι δεῖν ὑπὲρ τούτου μηδὲ τῶν γε Ἰησοῦ τοῦ Ναζωραίου ῥημάτων ἀκούειν. ἀκούετε οὖν, ἅ φησιν ἐκεῖνος περὶ τῶν μνημάτων· Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις· ἔξωθεν ὁ τάφος φαίνεται ὡραῖος, ἔσωθεν δὲ γέμει ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας. εἰ τοίνυν ἀκαθαρσίας Ἰησοῦς ἔφη πλήρεις εἶναι τοὺς τάφους, πῶς ὑμεῖς ἐπ̓ αὐτῶν ἐπικαλεῖσθε τὸν θεόν; Τούτων οὖν οὕτως ἐχόντων, ὑμεῖς ὑπὲρ τίνος προσκαλινδεῖσθε τοῖς μνήμασι; ἀκοῦσαι βούλεσθε τὴν αἰτίαν; οὐκ ἐγὼ φαίην ἄν, ἀλλ’ Ἡσαΐας ὁ προφήτης. Ἐν τοῖς μνήμασι καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται δι’ ἐνύπνια. σκοπεῖτε οὖν, ὅπως παλαιὸν ἦν τοῦτο τοῖς Ἰουδαίοις τῆς μαγγανείας τὸ ἔργον, ἐγκαθεύδειν τοῖς μνήμασιν ἐνυπνίων χάριν. ὃ δὴ καὶ τοὺς ἀποστόλους ὑμῶν εἰκός ἐστι μετὰ τὴν τοῦ διδασκάλου τελευτὴν ἐπιτηδεύσαντας ὑμῖν τε ἐξ ἀρχῆς παραδοῦναι τοῖς πρώτοις πεπιστευκόσι, καὶ τεχνικώτερον ὑμῶν αὐτοὺς μαγγανεῦσαι, τοῖς δὲ μεθ̓ ἑαυτοὺς ἀποδεῖξαι δημοσίᾳ τῆς μαγγανείας ταύτης καὶ βδελυρίας τὰ ἐργαστήρια. Ὑμεῖς δέ, ἃ μὲν ὁ θεὸς ἐξ ἀρχῆς ἐβδελύξατο καὶ διὰ Μωυσέως καὶ τῶν προφητῶν, ἐπιτηδεύετε, προσάγειν δὲ ἱερεῖα βωμῷ καὶ θύειν παρῃτήσασθε. πῦρ γάρ, φασίν, οὐ κάτεισιν, ὥσπερ ἐπὶ Μωυσέως τὰς θυσίας ἀναλίσκον. ἅπαξ τοῦτο ἐπὶ Μωνσέως ἐγένετο καὶ ἐπὶ Ἡλίου τοῦ Θεσβίτου πάλιν μετὰ πολλοὺς χρόνους. ἐπεί, ὅτι γε πῦρ ἐπείσακτον αὐτὸς ὁ Μωυσῆς εἰσφέρειν οἴεται χρῆναι καὶ Ἁβραὰμ ὁ πατριάρχης ἔτι πρὸ τούτου, δηλώσω διὰ βραχέων