Ἐπειδὴ δὲ πρὸς μὲν τοὺς νυνὶ Ἰουδαίους διαφέρεσθαί φασιν, εἶναι δὲ ἀκριβῶς Ἰσραηλῖται κατὰ τοὺς προφήτας αὐτῶν, καὶ τῷ Μωυσῇ μάλιστα πείθεσθαι καὶ τοῖς ἀπ̓ ἐκείνου περὶ τὴν Ἰουδαίαν ἐπιγενομένοις προφήταις, ἴδωμεν, κατὰ τί μάλιστα ὁμολογοῦσιν αὐτοῖς. ἀρκτέον δὲ ἡμῖν ἀπὸ τῶν Μωυσέως, ὃν δὴ καὶ αὐτόν φασι προκηρύξαι τὴν ἐσομένην Ἰησοῦ γέννησιν. ὁ τοίνυν Μωυσῆς οὐχ ἅπαξ οὐδὲ δὶς οὐδὲ τρίς, ἀλλὰ πλειστάκις ἕνα θεὸν μόνον ἀξιοῖ τιμᾶν, ὃν δὴ καὶ ἐπὶ πᾶσιν ὀνομάζει, θεὸν δὲ ἕτερον οὐδαμοῦ· ἀγγέλους δὲ ὀνομάζει καὶ κυρίους καὶ μέντοι καὶ θεοὺς πλείονας, ἐξαίρετον δὲ τὸν πρῶτον, ἄλλον δὲ οὐχ ὑπείληφε δεύτερον οὔτε ὅμοιον οὔτε ἀνόμοιον, καθάπερ ὑμεῖς ἐπεξείργασθε. εἰ δέ ἐστί που παρ’ ὑμῖν ὑπὲρ τούτων μία Μωυσέως ῥῆσις, ταύτην ἐστὲ δίκαιοι προφέρειν. τὸ γὰρ Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε μάλιστα μὲν οὖν οὐκ εἴρηται περὶ τοῦ γεννηθέντος ἐκ Μαρίας. εἰ δέ τις ὑμῶν ἕνεκα συγχωρήσειεν, ἑαυτῷ φησιν αὐτὸν ὅμοιον γενήσεσθαι καὶ οὐ τῷ θεῷ, προφήτην ὥσπερ ἑαυτὸν καὶ ἐξ ἀνθρώπων, ἀλλ’ οὐκ ἐκ θεοῦ. καὶ τὸ Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ μάλιστα μὲν οὐκ εἴρηται περὶ τούτου, ἀλλὰ περὶ τῆς τοῦ Δαβὶδ βασιλείας, ἣ δὴ κατέληξεν εἰς Σεδεκίαν τὸν βασιλέα. καὶ δὴ ἡ γραφὴ διπλῶς πως ἔχει ἕως ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, παραπεποιήκατε δὲ ὑμεῖς ἕως ἔλθῃ ᾧ ἀπόκειται. ὅτι δὲ τούτων οὐδὲν τῷ Ἰησοῦ προσήκει, πρόδηλον· οὐδὲ γάρ ἐστιν ἐξ Ἰούδα. πῶς γὰρ ὁ καθ̓ ὑμᾶς οὐκ ἐξ Ἰωσήφ, ἀλλ’ ἐξ ἁγίου πνεύματος γεγονώς; τὸν Ἰωσὴφ γὰρ γενεαλογοῦντες εἰς τὸν Ἰούδαν ἀναφέρετε καὶ οὐδὲ τοῦτο ἐδυνήθητε πλάσαι καλῶς. ἐλέγχονται γὰρ Ματθαῖος καὶ Λουκᾶς περὶ τῆς γενεαλογίας αὐτοῦ διαφωνοῦντες πρὸς ἀλλήλους. ἀλλὰ περὶ μὲν τοῦτου μέλλοντες ἐν τῷ δευτέρῳ συγγράμματι τὸ ἀληθὲς ἀκριβῶς ἐξετάζειν, ὑπερτιθέμεθα. συγκεχωρήσθω δὲ καὶ ἄρχων ἐξ Ἰούδα, οὐ θεὸς ἐκ θεοῦ κατὰ τὰ παρ’ ὑμῶν λεγόμενα οὐδὲ Τὰ πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ἀλλ’ εἴρηται καὶ ἐν τοῖς ἀριθμοῖς· Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ καὶ ἄνθρωπος ἐξ Ἰσραήλ. τοῦθ̓ ὅτι τῷ Δαβὶδ προσήκει καὶ τοῖς ἀπ̓ ἐκείνου, πρόδηλόν ἐστί που· τοῦ γὰρ Ἰεσσαὶ παῖς ἦν ὁ Δαβίδ. Εἴπερ οὖν ἐκ τούτων ἐπιχειρεῖτε συμβιβάζειν, ἐπιδείξατε μίαν ἐκεῖθεν ἑλκύσαντες ῥῆσιν, ὅποι πολλὰς πάνυ ἐγώ. ὅτι δὲ θεὸν τὸν ἕνα τὸν τοῦ Ἰσραὴλ νενόμικεν, ἐν τῷ Δευτερονομίῳ φησίν· Ὥστε εἰδέναι δε, ὅτι κύριος ὁ θεός σου, οὗτος θεὸς εἶς ἐστι, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ. καὶ ἔτι πρὸς τούτῳ· Καὶ ἐπιστραφήσῃ τῇ διανοίᾳ σου, ὅτι κύριος ὁ θεός σου οὗτος θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω καὶ οὐκ ἔστι πλὴν αὐτοῦ. καὶ πάλιν· Ἄκουε, Ἰσραήλ, κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστι. καὶ πάλιν· Ἴδετε, ὅτι ἐγώ εἰμι καὶ οὐκ ἔστι θεὸς πλὴν ἐμοῦ. ταῦτα μὲν οὗν ὁ Μωυσῆς ἕνα διατεινόμενος μόνον εἶναι θεόν. ἀλλ’ οὗτοι τυχὸν ἐροῦσιν· οὐδὲ ἡμεῖς δύο λέγομεν οὐδὲ τρεῖς. ἐγὼ δὲ λέγοντας μὲν αὐτοὺς καὶ τοῦτο δείξω, μαρτυρόμενος Ἰωάννην λέγοντα· Ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος. ὁρᾷς, ὅτι πρὸς τὸν θεὸν εἶναι λέγεται; εἴτε ὁ ἐκ Μαρίας γεννηθεὶς εἴτε ἄλλος τίς ἐστιν—ἵν̓ ὁμοῦ καὶ πρὸς Φωτεινὸν ἀποκρίνωμαι—, διαφέρει τοῦτο νῦν οὐδέν· ἀφίημι δῆτα τὴν μάχην ὑμῖν. ὅτι μέντοι φησὶ πρὸς θεὸν καὶ ἐν ἀρχῇ, τοῦτο ἀπόχρη μαρτύρασθαι. πῶς οὖν ὁμολογεῖ ταῦτα τοῖς Μωυσέως; Ἀλλὰ τοῖς Ἡσαΐου, φασίν, ὁμολογεῖ. λέγει γὰρ Ἡσαΐας· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν. ἔστω δὴ καὶ τοῦτο λεγόμενον ὑπὲρ θεοῦ, καίτοι μηδαμῶς εἰρημένον· οὐ γὰρ ἦν παρθένος ἡ γεγαμημένη καὶ πρὶν ἀποκυῆσαι συγκατακλιθεῖσα τῷ γήμαντι· δεδόσθω δὲ λέγεσθαι περὶ ταύτης—μή τι θεόν φησιν ἐκ τῆς παρθένου τεχθήσεσθαι; θεοτόκον δὲ ὑμεῖς οὐ παύεσθε Μαρίαν καλοῦντες, εἰ μή πού φησι τὸν ἐκ τῆς παρθένου γεννώμενον υἱὸν θεοῦ μονογενῆ καὶ πρωτότοκον πάσης κτίσεως ; ἀλλὰ τὸ λεγόμενον ὑπὸ Ἰωάννου Πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ἔχει τις ἐν ταῖς προφητικαῖς δεῖξαι φωναῖς; ἃ δὲ ἡμεῖς δείκνυμεν, ἐξ αὐτῶν ἐκείνων ἑξῆς ἀκούετε· Κύριε, ὁ θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν · πεποίηται δὲ παρ’ αὐτῶν καὶ Ἑζεκίας ὁ βασιλεὺς εὐχόμενος· Κύριε, ὁ θεὸς Ἰσραήλ, ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, σὺ εἶ ὁ θεὸς μόνος. μή τι τῷ δευτέρῳ καταλείπει χώραν; ἀλλ’ εἰ θεὸς ἐκ θεοῦ καθ̓ ὑμᾶς ὁ λόγος ἐστὶ καὶ τῆς οὐσίας ἐξέφυ τοῦ πατρός, θεοτόκον ὑμεῖς ἀνθ̓ ὅτου τὴν παρθένον εἶναί φατε; πῶς γὰρ ἂν τέκοι θεὸν ἄνθρωπος οὖσα καθ̓ ὑμᾶς; καὶ πρός γε τούτῳ λέγοντος ἐναργῶς θεοῦ Ἐγώ εἰμι καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ σώζων, ὑμεῖς σωτῆρα τὸν ἐξ αὐτῆς εἰπεῖν τετολμήκατε; Ὅτι δὲ Μωυσῆς ὀνομάζει θεοὺς τοὺς ἀγγέλους, ἐκ τῶν ἐκείνου λόγων ἀκούσατε· Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο. καὶ μικρὸν ὑποβάς· Καὶ μετ’ ἐκεῖνο ὡς ἂν ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγεννῶσαν ἑαυτοῖς· ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ̓ αἰῶνος οἱ ὀνομαστοί. ὅτι τοίνυν τοὺς ἀγγέλους φησίν, εὔδηλόν ἐστι καὶ ἔξωθεν οὐ προσπαρακείμενον, ἀλλὰ καὶ δῆλον ἐκ τοῦ φάναι, οὐκ ἀνθρώπους, ἀλλὰ γίγαντας γεγονέναι παρ’ ἐκείνων. δῆλον γάρ, ὡς, εἴπερ ἀνθρώπους ἐνόμιζεν αὐτῶν εἶναι τοὺς πατέρας, ἀλλὰ μὴ κρείττονος καὶ ἰσχυροτέρας τινὸς φύσεως, οὐκ ἂν ἀπ̓ αὐτῶν εἶπε γεννηθῆναι τοὺς γίγαντας· ἐκ γὰρ θνητοῦ καὶ ἀθανάτου μίξεως ἀποφήνασθαί μοι δοκεῖ τὸ τῶν γιγάντων ὑποστῆναι γένος. ὁ δὴ πολλοὺς υἱοὺς ὀνομάζων θεοῦ καὶ τούτους οὐκ ἀνθρώπους, ἀγγέλους δέ, τὸν μονογενῆ λόγον θεὸν ἢ υἱὸν θεοῦ ἢ  ὅπως ἂν αὐτὸν καλῆτε, εἴπερ ἐγίνωσκεν, οὐκ ἂν εἰς ἀνθρώπους ἐμήνυσεν; ὅτι δὲ οὐ μέγα τοῦτο ἐνόμιζεν, ὑπὲρ τοῦ Ἰσραήλ φησιν· υἱὸς πρωτότοκός μου Ἰσραήλ ; τί οὐχὶ καὶ περὶ τοῦ Ἰησοῦ ταῦτ’ ἔφη Μωυσῆς; ἕνα καὶ μόνον ἐδίδασκε θεόν, υἱοὺς δὲ αὐτοῦ πολλοὺς τοὺς κατανειμαμένους τὰ ἔθνη. πρωτότοκον δὲ υἱὸν θεοῦ ἢ θεὸν λόγον ἤ τι τῶν ὑφ̓ ὑμῶν ὕστερον ψευδῶς συντεθέντων οὔτε ᾔδει κατ’ ἀρχὴν οὔτε ἐδίδασκε φανερῶς. αὐτοῦ τε Μωυσέως καὶ τῶν ἄλλων ἐπηκούσατε προφητῶν. ὁ οὖν Μωυσῆς πολλὰ τοιαῦτα καὶ πολλαχοῦ λέγει· Κύριον τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ μόνῳ λατρεύσεις. πῶς οὖν ὁ Ἰησοῦς ἐν τοῖς εὐαγγελίοις παραδέδοται προστάττων Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθην, βαπτίζοντες αὐτοὺς εἴς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, εἴπερ μὴ καὶ αὐτῷ λατρεύειν ἔμελλον; ἀκόλουθα δὲ τούτοις καὶ ὑμεῖς διανοούμενοι μετὰ τοῦ πατρὸς θεολογεῖτε τὸν υἱόν Ὑπὲρ δὲ ἀποτροπαίων ἐπάκουσον πάλιν ὅσα λέγει· Καὶ λήψεται δύο τράγους ἐξ αἰγῶν περὶ ἁμαρτίας καὶ κριὸν ἕνα εἰς ὁλοκαύτωμα. καὶ προσάξει ὁ Ἀαρὼν τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας τὸν περὶ ἑαυτοῦ καὶ ἐξιλάσεται περὶ αὐτοῦ καὶ τοῦ οἴκου αὐτοῦ. καὶ λήψεται τοὺς δύο τράγους καὶ στήσει αὐτοὺς ἔναντι κυρίου παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. καὶ ἐπιθήσει Ἀαρὼν ἐπὶ τοὺς δύο τράγους κλῆρον ἕνα τῷ κυρίῳ καὶ κλῆρον ἕνα τῷ ἀποπομπαίῳ, ὥστε ἐκπέμψαι αὐτόν, φησίν, ἀποπομπήν, καὶ ἀφεῖναι αὐτὸν εἰς τὴν ἔρημον. ὁ μὲν οὖν τῷ ἀποπομπαίῳ πεμπόμενος οὕτως ἐκπέμπεται. τὸν δέ γε ἕτερον τράγον φησί· Καὶ σφάξει τὸν τράγον τὸν περὶ τῆς ἁμαρτίας τοῦ λαοῦ ἔναντι κυρίου, καὶ εἰσοίσει τοῦ αἵματος αὐτοῦ ἐσώτερον τοῦ καταπετάσματος, καὶ ῥανεῖ τὸ αἷμα ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου, καὶ ἐξιλάσεται ἐπὶ τῶν ἁγίων ἀπὸ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν Ἰσραὴλ καὶ ἀπὸ τῶν ἀδικημάτων αὐτῶν περὶ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν. ὡς μὲν οὖν τοὺς τῶν θυσιῶν ἠπίστατο τρόπους Μωυσῆς, εὔδηλόν ἐστί που διὰ τῶν ῥηθέντων. ὅτι δὲ οὐχ ὡς ὑμεῖς ἀκάθαρτα ἐνόμισεν αὐτά, πάλιν ἐκ τῶν ἐκείνου ῥημάτων ἐπακούσατε· Ἡ δὲ ψυχή, ἥτις ἐὰν φάγῃ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τοῦ σωτηρίου, ὅ ἐστι κυρίου, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ̓ αὐτῷ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς. αὐτὸς οὕτως εὐλαβὴς ὁ Μωυσῆς περὶ τὴν τῶν ἱερῶν ἐδωδήν.