Ἀλλ’ ἀρχὴν ἔδωκεν ὑμῖν ἐπιστήμης ἢ μάθημα φιλόσοφον; καὶ ποῖον; ἡ μὲν γὰρ περὶ τὰ φαινόμενα θεωρία παρὰ τοῖς Ἕλλησιν ἐτελειώθη, τῶν πρώτων τηρήσεων παρὰ τοῖς βαρβάροις ἐν Βαβυλῶνι γενομένων· ἡ δὲ περὶ τὴν γεωμετρίαν ἀπὸ τῆς γεωδαισίας τῆς ἐν Αἰγύπτῳ τὴν ἀρχὴν λαβοῦσα πρὸς τοσοῦτον μέγεθος ηὐξήθη· τὸ δὲ περὶ τοὺς ἀριθμοὺς ἀπὸ τῶν Φοινίκων ἐμπόρων ἀρξάμενον τέως εἰς ἐπιστήμης παρὰ τοῖς Ἕλλησι κατέστη πρόσχημα. ταῦτα δὴ τρία μετὰ τῆς συναρίθμου μουσικῆς Ἕλληνες εἰς ἓν συνῆψαν, ἀστρονομίαν γεωμετρίᾳ προσυφήναντες, ἀμφοῖν δὲ προσαρμόσαντες τοὺς ἀριθμοὺς καὶ τὸ ἐν τούτοις ἐναρμόνιον κατανοήσαντες. ἐντεῦθεν ἔθεντο τῇ παρὰ σφίσι μουσικῇ τοὺς ὅρους, εὑρόντες τῶν ἁρμονικῶν λόγων πρὸς τὴν αἴσθησιν τῆς ἀκοῆς ἄπταιστον ὁμολογίαν ἢ ὅτι τούτου μάλιστα ἐγγύς. Πότερον οὖν χρή με κατ’ ἄνδρα ὀνομάζειν ἢ κατ’ ἐπιτηδεύματα; ἢ τοὺς ἀνθρώπους, οἷον Πλάτωνα, Σωκράτην, Ἀριστείδην, Κίμωνα, Θαλῆν, Λυκοῦργον, Ἀγησίλαον, Ἀρχίδαμον—ἢ μᾶλλον τὸ τῶν φιλοσόφων γένος, τὸ τῶν στρατηγῶν, τὸ τῶν δημιουργῶν, τὸ τῶν νομοθετῶν; εὑρεθήσονται γὰρ οἱ μοχθηρότατοι καὶ βδελυρώτατοι τῶν στρατηγῶν ἐπιεικέστερον χρησάμενοι τοῖς ἡδικηκόσι τὰ μέγιστα ἢ Μωυσῆς τοῖς οὐδὲν ἐξημαρτηκόσιν. τίνα οὖν ὑμῖν ἀπαγγείλω βασιλείαν; πότερα τὴν Περσέως ἢ τὴν Αἰακοῦ ἢ Μίνω τοῦ Κρητός, ὃς ἐκάθηρε μὲν λῃστευομένην τὴν θάλασσαν, ἐκβαλὼν καὶ ἐξελάσας τοὺς βαρβάρους ἄχρι Συρίας καὶ Σικελίας, ἐφ̓ ἑκάτερα προβὰς τοῖς τῆς ἀρχῆς ὁρίοις, οὐ μόνων δὲ τῶν νήσων, ἀλλὰ καὶ τῶν παραλίων ἐκράτει; καὶ διελόμενος πρὸς τὸν ἀδελφὸν Ῥαδάμανθυν, οὔτι τὴν γῆν, ἀλλὰ τὴν ἐπιμέλειαν τῶν ἀνθρώπων, αὐτὸς μὲν ἐτίθει παρὰ τοῦ Διὸς λαμβάνων τοὺς νόμους, ἐκείνῳ δὲ τὸ δικαστικὸν ἠφίει μέρος ἀναπληροῦν Ἀλλ’ ἐπειδὴ κτισθεῖσαν αὐτὴν πολλοὶ μὲν περιέστησαν πόλεμοι, πάντων δὲ ἐκράτει καὶ κατηγωνίζετο καί, παρ’ αὐτὰ μᾶλλον αὐξανομένη τὰ δεινά, τῆς ἀσφαλείας ἐδεῖτο μείζονος, αὖθις ὁ Ζεὺς τὸν φιλοσοφώτατον αὐτῇ Νουμᾶν ἐφίστησιν. οὗτος ἦν ὁ καλὸς καὶ ἀγαθὸς ὁ Νουμᾶς, ἄλσεσιν ἐρήμοις ἐνδιατρίβων καὶ συνὼν ἀεὶ τοῖς θεοῖς κατὰ τὰς ἀκραιφνεῖς αὐτοῦ νοήσεις οὗτος τοὺς πλείστους τῶν ἱερατικῶν κατέστησε νόμους. ταῦτα μὲν οὖν ἐκ κατοχῆς καὶ ἐπιπνοίας θείας ἔκ τε τῶν τῆς Σιβύλλης καὶ τῶν ἄλλων, οἳ δὴ γεγόνασι κατ’ ἐκεῖνον τὸν χρόνον κατὰ τὴν πάτριον φωνὴν χρης μολόγοι, φαίνεται δοὺς ὁ Ζεὺς τῇ πόλει. τὴν δὲ ἐξ ἀέρος πεσοῦσαν ἀσπίδα καὶ τὴν ἐν τῷ λόφῳ κεφαλὴν φανεῖσαν, ὅθεν, οἶμαι, καὶ τοὔνομα προσέλαβεν ἡ  τοῦ μεγάλου Διὸς ἕδρα, πότερον ἐν τοῖς πρώτοις ἢ τοῖς δευτέροις ἀριθμήσωμεν τῶν δώρων; εἶτα, ὦ δυστυχεῖς ἄνθρωποι, σωζομένου τοῦ παρ’ ἡμῖν ὅπλου διοπετοῦς, ὃ κατέπεμψεν ὁ μέγας Ζεὺς ἤτοι πατὴρ Ἄρης, ἐνέχυρον διδοὺς οὐ λόγον, ἔργον δέ, ὅτι τῆς πόλεως ἡμῶν εἰς τὸ διηνεκὲς προασπίσει, προσκυνεῖν ἀφέντες καὶ σέβεσθαι, τὸ τοῦ σταυροῦ προσκυνεῖτε ξύλον, εἰκόνας αὐτοῦ σκιαγραφοῦντες ἐν τῷ μετώπῳ καὶ πρὸ τῶν οἰκημάτων ἐγγράφοντες. Ἆρα ἀξίως ἄν τις τοὺς συνετωτέρους ὑμῶν μισήσειεν ἢ τοὺς ἀφρονεστέρους ἐλεήσειεν, οἳ κατακολουθοῦντες ὑμῖν, εἰς τοσοῦτον ἦλθον ὀλέθρου, ὥστε τοὺς αἰωνίους ἀφέντες θεοὺς ἐπὶ τὸν Ἰουδαίων μεταβῆναι νεκρόν; παρίημι γὰρ τὰ τῆς μητρὸς τῶν θεῶν μυστήρια καὶ ζηλῶ τὸν Μάριον. τὸ γὰρ ἐκ θεῶν εἰς ἀνθρώπους ἀφικνούνενον πνεῦμα σπανιάκις μὲν καὶ ἐν ὀλίγοις γίνεται καὶ οὔτε πάντα ἄνδρα τούτου μετασχεῖν ῥᾴδιον οὔτε ἐν παντὶ καιρῷ. ταύτῃ τοι καὶ τὸ παρ’ Ἑβραίοις προφητικὸν πνεῦμα ἐπέλιπεν, οὐκοῦν οὐδὲ παρ’ Αἰγυπτίοις εἰς τοῦτο σώζεται. φαίνεται δὲ καὶ τὰ αὐτοφυῆ χρηστήρια σιγῆσαι ταῖς τῶν χρόνων εἴκοντα περιόδοις. ὃ δὴ φιλάνθρωπος ἡμῶν δεσπότης καὶ πατὴρ Ζεὺς ἐννοήσας, ὡς ἂν μὴ παντάπασι τῆς πρὸς τοὺς θεοὺς ἀποστερηθῶμεν κοινωνίας, δέδωκεν ἡμῖν διὰ τῶν ἱερῶν τεχνῶν ἐπίσκεψιν, ὑφ̓ ἧς πρὸς τὰς χρείας ἕξομεν τὴν ἀποχρῶσαν βοήθειαν. Ἔλαθέ με μικροῦ τὸ μέγιστον τῶν Ἡλίου καὶ Διὸς δώρων. εἰκότως δὲ αὐτὸ ἐφύλαξα ἐν τῷ τέλει. καὶ γὰρ οὐκ ἴδιόν ἐστιν ἡμῶν μόνον, ἀλλ’, οἶμαι, κοινὸν πρὸς Ἕλληνας, τοὺς ἡμετέρους συγγενεῖς. ὁ γάρ τοι Ζεὺς ἐν μὲν τοῖς νοητοῖς ἐξ ἑαυτοῦ τὸν Ἀσκληπιὸν ἐγέννησεν, εἰς δὲ τὴν γῆν διὰ τῆς Ἡλίου γονίμου ζωῆς ἐξέφηνεν. οὗτος ἐπὶ γῆς ἐξ οὐρανοῦ ποιησάμενος τὴν πρόοδον, ἑνοειδῶς μὲν ἐν ἀνθρώπου μορφῇ περὶ τὴν Ἐπίδαυρον ἀνεφάνη, πληθυνόμενος δὲ ἐντεῦθεν ταῖς προόδοις ἐπὶ πᾶσαν ὤρεξε τὴν γῆν τὴν σωτήριον ἑαυτοῦ δεξιάν. ἦλθεν εἰς Πέργαμον, εἰς Ἰωνίαν, εἰς Τάραντα μετὰ ταῦθ̓, ὕστερον ἦλθεν εἰς τὴν Ῥώμην. ᾤχετο δὲ εἰς Κῶ, ἐνθένδε εἰς Αἰγάς. εἶτα πανταχοῦ γῆς ἐστι καὶ θαλάσσης. οὐ καθ̓ ἕκαστον ἡμῶν ἐπιφοιτᾷ, καὶ ὅμως ἐπανορθοῦται ψυχὰς πλημμελῶς διακειμένας καὶ τὰ σώματα ἀσθενῶς ἔχοντα.