Ποῖον ἔθνος ἐστί, πρὸς τῶν θεῶν, ἔξω τοῦ Οὐ προσκυνήσεις θεοῖς ἑτέροις καὶ τοῦ Μνήσθητι τῆς ἡμέρας τῶν σαββάτων, ὃ μὴ τὰς ἄλλας οἴεται χρῆναι φυλάττειν ἐντολάς, ὡς καὶ τιμωρίας κεῖσθαι τοῖς παραβαίνουσιν, ἐνιαχοῦ μὲν σφοδροτέρας, ἐνιαχοῦ δὲ παραπλησίας ταῖς παρὰ Μωυσέως νομοθετείσαις, ἔστι δὲ ὅπου καὶ φιλανθρωποτέρας ; Ἀλλὰ τὸ Οὐ προσκυνήσεις θεοῖς ἑτέροις — ὃ δὴ μετὰ μεγάλης περὶ τὸν θεόν φησι διαβολῆς. Θεὸς γὰρ ζηλωτής φησι· καὶ ἐν ἄλλοις πάλιν· Ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον. εἶτα ἄνθρωπος ζηλωτὴς καὶ βάσκανος ἄξιος εἶναί σοι φαίνεται  μέμψεως, ἐκθειάζεις δέ, εἰ ζηλότυπος ὁ θεὸς λέγεται; καίτοι πῶς εὔλογον οὕτω φανερὸν πρᾶγμα τοῦ θεοῦ καταψεύδεσθαι; καὶ γὰρ εἰ ζηλότυπος, ἄκοντος αὐτοῦ πάντες οἱ θεοὶ προσκυνοῦνται καὶ πάντα τὰ λοιπὰ τῶν ἐθνῶν τοὺς θεοὺς προσκυνεῖ. εἶτα πῶς οὐκ ἀνέστειλεν αὐτὸς ζηλῶν οὕτω καὶ μὴ βουλόμενος προσκυνεῖσθαι τοὺς ἄλλους, ἀλλὰ μόνον ἑαυτόν; ἆρ’ οὖν οὐχ οἷός τε ἦν ἢ οὐδὲ τὴν ἀρχὴν ἠβουλήθη κωλῦσαι μὴ προσκυνεῖσθαι καὶ τοὺς ἄλλους θεούς; ἀλλὰ τὸ μὲν πρῶτον ἀσεβές, τὸ δὴ λέγειν ὡς οὐκ ἠδύνατο· τὸ δεύτερον δὲ τοῖς ἡμετέροις ἔργοις ὁμολογεῖ. ἄφετε τοῦτον τὸν λῆρον καὶ μὴ τηλικαύτην ἐφ̓ ὑμᾶς αὐτοὺς ἕλκετε βλασφημίαν. εἰ γὰρ οὐδένα θέλει προσκυνεῖσθαι, τοῦ χάριν αὐτοῦ τὸν νόθον υἱὸν τοῦτον προσκυνεῖτε καὶ ὃν ἐκεῖνος ἴδιον οὔτε ἐνόμισεν οὐθ̓ ἡγήσατο πώποτε. καὶ δείξω γε τοῦτο ῥᾳδίως. ὑμεῖς δέ, οὐκ οἶδ̓ ὅθεν, ὑπόβλητον αὐτῷ προστίθετε Οὐδαμοῦ χαλεπαίνων ὁ θεὸς φαίνεται οὐδὲ ἀγανακτῶν οὐδὲ ὀργιζόμενος οὐδὲ ὀμνύων οὐδ̓ ἐπ̓ ἀμφότερα ταχέως ῥέπων οὐδὲ στρεπτός, ὡς ὁ Μωυσῆς φησιν ἐπὶ τοῦ Φινεές. εἴ τις ὑμῶν ἀνέγνω τοὺς ἀριθμούς, οἶδεν ὃ λέγω. ἐπειδὴ γὰρ Φινεὲς τὸν τελεσθέντα τῷ Βεελφεγὼρ μετὰ τῆς ἀναπεισάσης αὐτὸν γυναικὸς αὐτοχειρίᾳ λαβὼν ἀπέκτεινεν αἰσχρῷ καὶ ὀδυνηροτάτῳ τραύματι, διὰ τῆς μήτρας, φησί, παίσας τὴν γυναῖκα, πεποίηται λέγων ὁ θεός· Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως κατέπαυσε τὸν θυμόν μου ἀπὸ υἱῶν Ἰσραὴλ ἐν τῷ ζηλῶσαί μου τὸν ζῆλον ἐν αὐτοῖς. καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ ζήλῳ μου. τί κουφότερον τῆς αἰτίας, δι’ ἣν θεὸς ὀργισθεὶς οὐκ ἀληθῶς ὑπὸ τοῦ γράψαντος ταῦτα πεποίηται; τί δὲ ἀλογώτερον, εἰ δέκα ἢ πεντεκαίδεκα, κείσθω δὲ καὶ ἑκατόν, οὐ γὰρ δὴ χιλίους ἐροῦσι—θῶμεν δὲ ἡμεῖς καὶ τοσούτους τολμήσαντάς τι τῶν ὑπὸ τοῦ θεοῦ τεταγμένων νόμων παραβῆναι· ἑξακοσίας ἐχρῆν διὰ τοὺς ἅπαξ χιλίους ἀναλωθῆναι χιλιάδας; ὡς ἔμοιγε κρεῖττον εἶναι τῷ παντὶ φαίνεται χιλίοις ἀνδράσι βελτίστοις ἕνα συνδιασῶσαι πονηρὸν ἢ συνδιαφθεῖραι τοὺς χιλίους ἑνί Εἰ γὰρ καὶ ἑνὸς ἡρώων καὶ οὐκ ἐπισήμου δαίμονος δύσοιστος ἡ ὀργὴ χώραις τε καὶ πόλεσιν ὁλοκλήροις, τίς ἂν ὑπέστη τοσούτου θεοῦ δαίμοσιν ἢ ἀγγέλοις ἢ καὶ ἀνθρώποις ἐπιμηνίσαντος; ἄξιόν γέ ἐστι παραβαλεῖν αὐτὸν τῇ Λυκούργου πραότητι καὶ τῇ Σόλωνος ἀνεξικακίᾳ ἢ τῇ Ῥωμαίων πρὸς τοὺς ἠδικηκότας ἐπιεικείᾳ καὶ χρηστότητι. πόσῳ δὲ δὴ τὰ παρ’ ἡμῖν τῶν παρ’ αὐτοῖς κρείττονα, καὶ ἐκ τῶνδε σκοπεῖτε. μιμεῖσθαι κελεύουσιν ἡμᾶς οἱ φιλόσοφοι κατὰ δύναμιν τοὺς θεούς, εἶναι δὲ ταύτην τὴν μίμησιν ἐν θεωρίᾳ τῶν ὄντων. ὅτι δὲ τοῦτο δίχα πάθους ἐστὶ καὶ ἐν ἀπαθείᾳ κεῖται, πρόδηλόν ἐστί που, κἂν ἐγὼ μὴ λέγω· καθ̓ ὅσον ἄρα ἐν ἀπαθείᾳ γινόμεθα, τεταγμένοι περὶ τῶν ὄντων τὴν θεωρίαν, κατὰ τοσοῦτον ἐξομοιούμεθα τῷ θεῷ. τίς δὲ ἡ παρ’ Ἑβραίοις ὑμνουμένη τοῦ θεοῦ μίμησις; ὀργὴ καὶ θυμὸς καὶ ζῆλος ἄγριος. Φινεὲς γάρ φησι κατέπαυσε τὸν θυμόν μου ἀπὸ υἱῶν Ἰσραὴλ ἐν τῷ ζηλῶσαι τὸν ζῆλόν μοῦ ἐν αὐτοῖς. εὑρὼν γὰρ ὁ θεὸς τὸν συναγανακτοῦντα καὶ συναλγοῦντα ἀφεὶς τὴν ἀγανάκτησιν φαίνεται. ταῦτα καὶ τὰ τοιαῦτα περὶ θεοῦ ἕτερα πεποίηται λέγων ὁ Μωυσῆς οὐκ ὀλιγαχοῦ τῆς γραφῆς. Ὅτι δὲ οὐχ Ἑβραίων μόνον ἐμέλησε τῷ θεῷ, πάντων δὲ ἐθνῶν κηδόμενος ἔδωκεν ἐκείνοις μὲν οὐδὲν σπουδαῖον ἢ μέγα, ἡμῖν δὲ μακρῷ κρείττονα καὶ διαφέροντα, σκοπεῖτε λοιπὸν τὸ ἐντεῦθεν. ἔχουσι μὲν εἰπεῖν καὶ Αἰγύπτιοι, παρ’ ἑαυτοῖς ἀπαριθμούμενοι σοφῶν οὐκ ὀλίγων ὀνόματα, πολλοὺς ἐσχηκέναι τοὺς ἀπὸ τῆς Ἑρμοῦ διαδοχῆς, Ἑρμοῦ δέ φημι τοῦ τρίτου ἐπιφοιτήσαντος τῇ Αἰγύπτῳ, Χαλδαῖοι δὲ καὶ Ἀσσύριοι τοὺς ἀπ̓ Ὠάννου καὶ Βήλου, μυρίους δὲ Ἕλληνες τοὺς ἀπὸ Χείρωνος. ἐκ τούτου γὰρ πάντες ἐγένοντο τελεστικοὶ φύσει καὶ θεολογικοί, καθὸ δὴ δοκοῦσι μόνον Ἑβραῖοι τὰ ἑαυτῶν ἀποσεμνύνειν