Ἀλλὰ δὴ σκοπεῖτε πρὸς ταῦτα πάλιν τὰ παρ’ ἡμῶν. οἱ γὰρ ἡμέτεροι τὸν δημιουργόν φασιν ἁπάντων μὲν εἶναι κοινὸν πατέρα καὶ βασιλέα, νενεμῆσθαι δὲ ὑπ̓ αὐτοῦ τὰ λοιπὰ τῶν ἐθνῶν ἐθνάρχαις καὶ πολιούχοις θεοῖς, ὧν ἕκαστος ἐπιτροπεύει τὴν ἑαυτοῦ λῆξιν οἰκείως ἑαυτῷ. ἐπειδὴ γὰρ ἐν μὲν τῷ πατρὶ πάντα τέλεια καὶ ἓν πάντα, ἐν δὲ τοῖς μεριστοῖς ἄλλη παρ’ ἄλλῳ κρατεῖ δύναμις, Ἄρης μὲν ἐπιτροπεύει τὰ πολεμικὰ τῶν ἐθνῶν, Ἀθηνᾶ δὲ τὰ μετὰ φρονήσεως πολεμικά, Ἑρμῆς δὲ τὰ συνετώτερα μᾶλλον ἢ τολμηρότερα, καὶ καθ̓ ἑκάστην οὐσίαν τῶν οἰκείων θεῶν ἕπεται καὶ τὰ ἐπιτροπευόμενα παρὰ σφῶν ἔθνη. εἰ μὲν οὖν οὐ μαρτυρεῖ τοῖς ἡμετέροις λόγοις ἡ πεῖρα, πλάσμα μὲν ἔστω τὰ παρ’ ἡμῶν καὶ πιθανότης ἄκαιρος, τὰ παρ’ ὑμῖν δὲ ἐπαινείσθω· εἰ δὲ πᾶν τοὐναντίον οἷς μὲν ἡμεῖς λέγομεν, ἐξ αἰῶνος ἡ πεῖρα μαρτυρεῖ, τοῖς ὑμετέροις δὲ λόγοις οὐδὲν οὐδαμοῦ φαίνεται σύμφωνον, τί τοσαύτης τῆς φιλονεικίας ἀντέχεσθε; Λεγέσθω γάρ μοι, τίς αἰτία τοῦ Κελτοὺς μὲν εἶναι καὶ Γερμανοὺς θρασεῖς, Ἕλληνας δὲ καὶ Ῥωμαίους ὡς ἐπίπαν πολιτικοὺς καὶ φιλανθρώπους μετὰ τοῦ στερροῦ τε καὶ πολεμικοῦ, συνετωτέρους δὲ καὶ τεχνικωτέρους Αἰγυπτίους, ἀπολέμους δὲ καὶ τρυφηλοὺς Σύρους μετὰ τοῦ συνετοῦ καὶ θερμοῦ καὶ κούφου καὶ εὐμαθοῦς. ταύτης γὰρ τῆς ἐν τοῖς ἔθνεσι διαφορᾶς εἰ μὲν οὐδεμίαν τις αἰτίαν συνορῴη, μᾶλλον δὲ αὐτά φησι καὶ ἐκ τοῦ αὐτομάτου συμπεσεῖν, πῶς ἔτι προνοίᾳ διοικεῖσθαι τὸν κόσμον οἴεται; εἰ δὲ τούτων αἰτίας εἶναί τις τίθεται, λεγέτω μοι πρὸς αὐτοῦ τοῦ δημιουργοῦ καὶ διδασκέτω. τοὺς μὲν γὰρ νόμους εὔδηλον, ὡς ἡ τῶν ἀνθρώπων ἔθετο φύσις οἰκείους ἑαυτῇ, πολιτικοὺς μὲν καὶ φιλανθρώπους, οἷς ἐπὶ πλεῖστον ἐντέθραπτο τὸ φιλάνθρωπον, ἀγρίους δὲ καὶ ἀπανθρώπους, οἷς ἐναντία φύσις ὑπῆν καὶ ἐνυπῆρχε τῶν ἠθῶν. οἱ γὰρ νομοθέται μικρὰ ταῖς φύσεσι καὶ ταῖς ἐπιτηδειότησι διὰ τῆς ἀγωγῆς προσέθεσαν. οὔκουν Ἀνάχαρσιν οἱ Σκύθαι βακχεύοντα παρεδέξαντο· οὐδὲ τῶν Ἑσπερίων ἐθνῶν εὕροις ἄν τινας εὐκόλως πλὴν ὀλίγων σφόδρα ἐπὶ τὸ φιλοσοφεῖν ἢ γεωμετρεῖν ἤ τι τῶν τοιούτων ηὐτρεπισμένους, καίτοι κρατούσης ἐπὶ τοσοῦτον ἤδη τῆς Ῥωμαίων ἡγεμονίας. ἀλλ’ ἀπολαύουσι μόνον τῆς διαλέξεως καὶ τῆς ῥητορείας οἱ λίαν εὐφυεῖς, ἄλλου δὲ οὐδενὸς μεταλαμβάνουσι μαθήματος. Οὕτως?̣̣̔̓σχυρον ἔοικεν ἡ φύσις εἶναι. τίς οὖν ἡ διαφορὰ τῶν ἐθνῶν ἐν τοῖς ἤθεσι καὶ τοῖς νόμοις; Ὁ μὲν γὰρ Μωυσῆς αἰτίαν ἀποδέδωκε κομιδῇ μυθώδη τῆς περὶ τὰς διαλέκτους ἀνομοιότητος. ἔφη γὰρ τοὺς υἱοὺς τῶν ἀνθρώπων συνελθόντας πόλιν ἐθέλειν οἰκοδομεῖν καὶ πύργον ἐν αὐτῇ μέγαν, φάναι δὲ τὸν θεόν, ὅτι χρὴ κατελθεῖν καὶ τὰς διαλέκτους αὐτῶν συγχέαι. καὶ ὅπως μή τίς με νομίσῃ ταῦτα συκοφαντεῖν, καὶ ἐκ τῶν Μωυσέως ἀναγνωσόμεθα τὰ ἐφεξῆς. Καὶ εἶπον· δεῦτε, οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἐπὶ προσώπου πάσης τῆς γῆς. καὶ κατέβη κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων. καὶ εἶπε κύριος· ἰδού, γένος ἓν καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι καὶ νῦν οὐκ ἐκλείψει ἀπ̓ αὐτῶν πάντα, ὅσα ἂν ἐπίθωνται ποιεῖν. δεῦτε, καταβάντες ἐκεῖ συγχέωμεν αὐτῶν τὴν γλῶσσαν, ἵνα μὴ ἀκούωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλησίον. καὶ διέσπειρεν αὐτοὺς κύριος ὁ θεὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. εἶτα τούτοις ἀξιοῦτε πιστεύειν ἡμᾶς, ἀπιστεῖτε δὲ ὑμεῖς τοῖς ὑφ̓ Ὁμήρου λεγομένοις ὑπὲρ τῶν Ἀλωαδῶν, ὡς ἄρα τρία ἐπ̓ ἀλλήλοις ὄρη θεῖναι διενοοῦντο, ἵν̓ οὐρανὸς ἀμβατὸς εἴη. φημὶ μὲν γὰρ ἐγὼ καὶ τοῦτο παραπλησίως ἐκείνῳ μυθῶδες εἶναι. ὑμεῖς δέ, ἀποδεχόμενοι τὸ πρότερον, ἀνθ̓ ὅτου πρὸς θεῶν ἀποδοκιμάζετε τὸν Ὁμήρου μῆθον; ἐκεῖνο γὰρ οἶμαι δεῖν σιωπᾶν πρὸς ἄνδρας ἀμαθεῖς, ὅτι κἂν μιᾷ φωνῇ καὶ γλώσσῃ πάντες οἱ κατὰ πᾶσαν τὴν οἰκουμένην ἄνθρωποι χρήσωνται, πύργον οἰκοδομεῖν οὐ δυνήσονται πρὸς τὸν οὐρανὸν ἀφικνούμενον, κἂν ἐκπλινθεύσωσι τὴν γῆν πᾶσαν· ἀπείρων γὰρ δεήσει πλίνθων ἰσομεγεθῶν τῇ γῇ ξυμπάσῃ τῶν δυνησομένων ἄχρι τῶν σελήνης ἐφικέσθαι κύκλων. ὑποκείσθω γὰρ πάντας μὲν ἀνθρώπους συνεληλυθέναι γλώσσῃ καὶ φωνῇ μιᾷ κεχρημένους, πᾶσαν δὲ ἐκπλινθεῦσαι τὴν γῆν καὶ ἐκλατομῆσαι, πότε ἂν μέχρις οὐρανοῦ φθάσειεν, εἰ καὶ λεπτότερον ἁρπεδόνος ἐκμηρυομένων αὐτῶν ἐκταθείη; τοῦτον οὖν οὕτω φανερὸν ὄντα τὸν μῦθον ἀληθῆ νενομικότες καὶ περὶ τοῦ θεοῦ δοξάζοντες, ὅτι πεφόβηται τῶν ἀνθρώπων τὴν μιαιφονίαν τούτου τε χάριν καταπεφοίτηκεν αὐτῶν συγχέαι τὰς διαλέκτους, ἔτι τολμᾶτε θεοῦ γνῶσιν αὐχεῖν; Ἐπάνειμι δὲ αὖθις πρὸς ἐκεῖνο, τὰς μὲν γὰρ διαλέκτους ὅπως ὁ θεὸς συνέχεεν. εἴρηκεν ὁ Μωυσῆς τὴν μὲν αἰτίαν, ὅτι φοβηθεὶς μή τι κατ’ αὐτοῦ πράξωσι προσβατὸν ἑαυτοῖς τὸν οὐρανὸν κατεργασάμενοι, ὁμόγλωττοι ὄντες καὶ ὁμόφρονες  ἀλλήλοις· τὸ δὲ πρᾶγμα ὅπως ἐποίησεν οὐδαμῶς, ἀλλὰ μόνον, ὅτι κατελθὼν ἐξ οὐρανοῦ—μὴ δυνάμενος ἄνωθεν αὐτὸ ποιεῖν, ὡς ἔοικεν, εἰ μὴ κατῆλθεν ἐπὶ τῆς γῆς. ὑπὲρ δὲ τῆς κατὰ τὰ ἤθη καὶ τὰ νόμιμα διαφορᾶς οὔτε Μωυσῆς οὔτε ἄλλος ἀπεσάφησέ τις. καίτοι τῷ παντὶ μείζων ἐστὶν ἡ περὶ τὰ νόμιμα καὶ τὰ πολιτικὰ τῶν ἐθνῶν ἐν τοῖς ἀνθρώποις τῆς περὶ τὰς διαλέκτους διαφορᾶς. τίς γὰρ Ἑλλήνων ἀδελφῇ, τίς δὲ θυγατρί, τίς δὲ μητρί φησι δεῖν μίγνυσθαι ; τοῦτο δὲ ἀγαθὸν ἐν Πέρσαις κρίνεται. τί με χρῆ καθ̓ ἕκαστον ἐπιέναι, τὸ φιλελεύθερόν τε καί ἀνυπότακτον Γερμανῶν ἐπέξιόντα, τὸ χειρόηθες καὶ τιθασὸν Σύρων καὶ Περσῶν καὶ Πάρθων καὶ πάντων ἁπλῶς τῶν πρὸς ἕω καὶ πρὸς μεσημβρίαν βαρβάρων καὶ ὅσα καὶ τὰς βασιλείας ἀγαπᾷ κεκτημένα δεσποτικωτέρας ; εἰ μὲν οὖν ἄνευ προνοίας μείζονος καὶ θειοτέρας ταῦτα συνηνέχθη τὰ μείζω καὶ τιμιώτερα, τί μάτην περιεργαζόμεθα καὶ θεραπεύομεν τὸν μηδὲν προνοοῦντα ; ᾧ γὰρ οὔτε βίων οὔτε ἠθῶν οὔτε τρόπων οὔτε εὐνομίας οὔτε πολιτικῆς ἐμέλησε καταστάσεως, ἆρ’ ἔτι προσήκει μεταποιεῖσθαι τῆς παρ’ ἡμῶν τιμῆς ; οὐδαμῶς. ὁρᾶτε, εἰς ὅσην ὑμῖν ἀτοπίαν ὁ λόγος ἔρχεται. τῶν γὰρ ἀγαθῶν ὅσα περὶ τὸν ἀνθρώπινον θεωρεῖται βίον, ἡγεῖται μὲν τὰ τῆς ψυχῆς, ἕπεται δὲ τὰ τοῦ σώματος. εἰ τοίνυν τῶν ψυχικῶν ἡμῶν ἀγαθῶν κατωλιγώρησεν, οὐδὲ τῆς φυσικῆς ἡμῶν κατασκευῆς προνοησάμενος, οὔτε ἡμῖν ἔπεμψε διδασκάλους ἢ νομοθέτας ὥσπερ τοῖς Ἑβραίοις κατὰ τὸν Μωυσέα καὶ τοὺς ἐπ̓ ἐκείνῳ προφήτας, ὑπὲρ τίνος ἕξομεν αὐτῷ καλῶς εὐχαριστεῖν; Ἀλλ’ ὁρᾶτε, μή ποτε καὶ ἡμῖν ἔδωκεν ὁ θεὸς οὓς ὑμεῖς ἠγνοήκατε θεούς τε καὶ προστάτας ἀγαθούς, οὐδὲν ἐλάττονας τοῦ παρὰ τοῖς Ἑβραίοις ἐξ ἀρχῆς τιμωμένου τῆς Ἰουδαίας, ἧσπερ ἐκεῖνος προνοεῖν ἔλαχε μόνης, ὥσπερ ὁ Μωυσῆς ἔφη καὶ οἱ μετ’ ἐκεῖνον ἄχρις ἡμῶν. εἰ δὲ ὁ προσεχὴς εἴη τοῦ κόσμου δημιουργὸς ὁ παρὰ τοῖς Ἑβραίοις τιμώμενος, ἔτι καὶ βέλτιον ὑπὲρ αὐτοῦ διενοήθημεν ἡμεῖς ἀγαθά τε ἡμῖν ἔδωκεν ἐκείνων μείζονα τά τε περὶ ψυχὴν καὶ τὰ ἐκτός, ὑπὲρ ὧν ἐροῦμεν ὀλίγου ὕστερον, ἔστειλέ τε καὶ ἐφ̓ ἡμᾶς νομοθέτας οὐδὲν Μωυσέως χείρονας, εἰ μὴ τοὺς πολλοὺς μακρῷ κρείττονας.