Ἀλλ’ ἆρα μὴ τοῦτο ὄναρ ἐστὶν ἐννοήσοντες αὐτὸ μαθέτε. θεοὺς ὀνομάζει Πλάτων τοὺς ἐμφανεῖς, ἥλιον καὶ σελήνην, ἄστρα καὶ οὐρανόν, ἀλλ’ οὗτοι τῶν ἀφανῶν εἰσιν εἰκόνες· ὁ φαινόμενος τοῖς ὀφθαλμοῖς ἡμῶν ἥλιος τοῦ νοητοῦ καὶ μὴ φαινομένου, καὶ πάλιν ἡ φαινομένη τοῖς ὀφθαλμοῖς ἡμῶν σελήνη καὶ τῶν ἄστρων ἕκαστον εἰκόνες εἰσὶ τῶν νοητῶν. ἐκείνους οὖν τοὺς νοητοὺς καὶ ἀφανεῖς θεοὺς ἐνυπάρχοντας καὶ συνυπάρχοντας καὶ ἐξ αὐτοῦ τοῦ δημιουργοῦ γεννηθέντας καὶ προελθόντας ὁ Πλάτων οἶδεν. εἰκότως οὖν φησιν ὁ δημιουργὸς ὁ παρ’ αὐτῷ θεοί, πρὸς τοὺς ἀφανεῖς λέγων, θεῶν, τῶν ἐμφανῶν δηλονότι. κοινὸς δὲ ἀμφοτέρων δημιουργὸς οὗτός ἐστιν ὁ τεχνησάμενος οὐρανὸν καὶ γῆν καὶ θάλασσαν καὶ ἄστρα καὶ γεννήσας ἐν τοῖς νοητοῖς τὰ τούτων ἀρχέτυπα. Σκόπει οὖν, ὅτι καὶ τὰ ἐπὶ τούτοις καλῶς. Λείπει γάρ φησι τρία θνητὰ γένη, δηλονότι τὸ τῶν ἀνθρώπων καὶ τὸ τῶν ζῴων καὶ τὸ τῶν φυτῶν· τούτων γὰρ ἕκαστον ἰδίοις ὥρισται λόγοις. Εἰ μὲν οὖν φησι καὶ τούτων ἕκαστον ὑπ̓ ἐμοῦ γένοιτο, παντάπασιν ἀναγκαῖον ἀθάνατον αὐτὸ γενέσθαι. καὶ γὰρ τοῖς νοητοῖς θεοῖς οὐδὲν ἄλλο τῆς ἀθανασίας αἴτιον καὶ τῷ φαινομένῳ κόσμῳ ἢ τὸ ὑπὸ τοῦ δημιουργοῦ γενέσθαι. ὅτι οὖν φησιν Ὁπόσον ἐστὶν ἀθάνατον, ἀναγκαῖόν ἐστι τούτοις παρὰ τοῦ δημιουργοῦ δεδόσθαι, τοῦτο δέ ἐστιν ἡ λογικὴ ψυχή. Τὸ δὲ λοιπόν φησιν ὑμεῖς ἀθανάτῳ θνητὸν προσυφαίνετε. δῆλον οὖν ὅτι παραλαβόντες οἱ δημιουργικοὶ θεοὶ παρὰ τοῦ σφῶν πατρὸς τὴν δημιουργικὴν δύναμιν, ἀπεγέννησαν ἐπὶ τῆς γῆς τὰ θνητὰ τῶν ζῴων. εἰ γὰρ μηδὲν ἔμελλε διαφέρειν οὐρανὸς ἀνθρώπου καὶ ναὶ μὰ Δία θηρίου καὶ τελευταῖον αὐτῶν τῶν ἑρπετῶν καὶ τῶν ἐν τῇ θαλάσσῃ νηχομένων ἰχθυδίων, ἔδει τὸν δημιουργὸν ἕνα καὶ τὸν αὐτὸν εἶναι πάντων. εἰ δὲ πολὺ τὸ μέσον ἐστὶν ἀθανάτων καὶ θνητῶν, οὐδεμιᾷ προσθήκῃ μεῖζον οὐδὲ ἀφαιρέσει μειούμενον οὐδὲ μιγνύμενον πρὸς τὰ θνητὰ καὶ ἐπίκηρα αἴτιον εἶναι προσήκει τούτων μὲν ἄλλους, ἑτέρων δὲ ἑτέρους. Οὐκοῦν ἐπειδήπερ οὐδὲ περὶ τοῦ προσεχοῦς τοῦ κόσμου τούτου δημιουργοῦ πάντα διειλεγμένος Μωυσῆς φαίνεται, τήν τε Ἑβραίων καὶ τὴν τῶν ἡμετέρων πατέρων δόξαν ὑπὲρ ἐθνῶν τούτων ἀντιπαραθῶμεν ἀλλήλαις. Ὁ Μωυσῆς φησι τὸν τοῦ κόσμου δημιουργὸν ἐκλέξασθαι τὸ τῶν Ἑβραίων ἔθνος καὶ προσέχειν ἐκείνῳ μόνῳ καὶ ἐκείνου φροντίσαι καὶ δίδωσιν αὐτῷ τὴν ἐπιμέλειαν αὐτοῦ μόνου. τῶν δὲ ἄλλων ἐθνῶν, ὅπως ἢ ὑφ̓ οἷστισι διοικοῦνται θεοῖς, οὐδ̓ ἡντινοῦν μνείαν πεποίηται· πλὴν εἰ μή τις ἐκεῖνα συγχωρήσειεν, ὅτι τὸν ἥλιον αὐτοῖς καὶ τὴν σελήνην ἀπένειμεν. ἀλλ’ ὑπὲρ μὲν τούτων καὶ μικρὸν ὕστερον. πλὴν ὅτι τοῦ Ἰσραὴλ αὐτὸν μόνου θεὸν καὶ τῆς Ἰουδαίας καὶ τούτους ἐκλεκτούς φησιν αὐτός τε καὶ οἱ μετ’ ἐκεῖνον προφῆται καὶ Ἰησοῦς ὁ Ναζωραῖος ἐπιδείξω, ἀλλὰ καὶ τὸν πάντας πανταχοῦ τοὺς πώποτε γόητας καὶ ἀπατεῶνας ὑπερβαλλόμενον Παῦλον. ἀκούετε δὲ τῶν λέξεων αὐτῶν, καὶ πρῶτον μὲν τῶν Μωυσέως· Σὺ δὲ ἐρεῖς τῷ Φαραῷ· υἱὸς πρωτότοκός μου Ἰσραήλ. εἶπον δέ· ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσῃ. σὺ δὲ οὐκ ἐβούλου ἐξαποστεῖλαι αὐτόν. καὶ μικρὸν ὕστερον· Καὶ λέγουσιν αὐτῷ· ὁ θεὸς τῶν Ἑβραίων προσκέκληται ἡμᾶς. πορευσόμεθα οὖν εἰς τὴν ἔρημον ὁδὸν ἡμερῶν τριῶν, ὅπως θύσωμεν κυρίῳ τῷ θεῷ ἡμῶν. καὶ μετ’ ὀλίγα πάλιν ὁμοίως· Κύριος ὁ θεὸς τῶν Ἑβραίων ἐξαπέσταλκέ με πρὸς σὲ λέγων· ἐξαπόστειλον  τὸν λαόν μου, ἵνα λατρεύσωσιν ἐν τῇ ἐρήμῳ. Ἀλλ’ ὅτι μὲν Ἰουδαίων μόνων ἐμέλησε τῷ θεῷ τὸ ἐξ ἀρχῆς καὶ κλῆρος αὐτοῦ γέγονεν οὗτος ἐξαίρετος, οὐ Μωυσῆς μόνον καὶ Ἰησοῦς, ἀλλὰ καὶ Παῦλος εἰρηκὼς φαίνεται· καίτοι τοῦτο ἄξιον θαυμάσαι περὶ τοῦ Παύλου. πρὸς γὰρ τύχας, ὥσπερ χρῶτα οἱ πολύποδες πρὸς τὰς πέτρας, ἀλλάττει τὰ περὶ θεοῦ δόγματα, ποτὲ μὲν Ἰουδαίους μόνον τὴν τοῦ θεοῦ κληρονομίαν εἶναι διατεινόμενος, πάλιν δὲ τοὺς Ἕλληνας ἀναπείθων αὑτῷ προστίθεσθαι, λέγων· Μὴ Ἰουδαίων ὁ θεὸς μόνον, ἀλλὰ καὶ ἐθνῶν· ναὶ καὶ ἐθνῶν. δίκαιον οὖν ἐρέσθαι τὸν Παῦλον, εἰ μὴ τῶν Ἰουδαίων ἦν ὁ θεὸς μόνον, ἀλλὰ καὶ τῶν ἐθνῶν, τοῦ χάριν πολὺ μὲν εἰς τοὺς Ἰουδαίους ἔπεμπε τὸ προφητικὸν χάρισμα καὶ τὸν Μωυσέα καὶ τὸ χρῖσμα καὶ τοὺς προφήτας καὶ τὸν νόμον καὶ τὰ παράδοξα καὶ τὰ τεράστια τῶν μύθων; ἀκούεις γὰρ αὐτῶν βοώντων· Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος. ἐπὶ τέλους δὲ καὶ τὸν Ἰησοῦν ἔπεμψεν ἐκείνοις, ἡμῖν δὲ οὐ προφήτην, οὐ χρῖσμα, οὐ διδάσκαλον, οὐ κήρυκα περὶ τῆς μελλούσης ὀψέ ποτε γοῦν ἔσεσθαι καὶ εἰς ἡμᾶς ἀπ̓ αὐτοῦ φιλανθρωπίας. ἀλλὰ καὶ περιεῖδεν ἐτῶν μυριάδας, εἰ δὲ ὑμεῖς βούλεσθε, χιλιάδας ἐν ἀγνωσίᾳ τοιαύτῃ τοῖς εἰδώλοις, ὥς φατε, λατρεύοντας τοὺς ἀπὸ ἀνίσχοντος ἡλίου μέχρι δυομένου καὶ τοὺς ἀπὸ τῶν ἄρκτων ἄχρι μεσημβρίας ἔξω καὶ μικροῦ γένους οὐδὲ πρὸ δισχιλίων ὅλων ἐτῶν ἐν ἑνὶ μέρει συνοικισθέντος τῆς Παλαιστίνης. εἰ γὰρ πάντων ἡμῶν ἐστι θεὸς καὶ πάντων δημιουργὸς ὁμοίως, τί περιεῖδεν ἡμᾶς; προσήκει τοίνυν τὸν τῶν Ἑβραίων θεὸν οὐχὶ δὴ παντὸς κόσμου γενεσιουργὸν ὑπάρχειν οἴεσθαι καὶ κατεξουσιάζειν τῶν ὅλων, συνεστάλθαι δέ, ὡς ἔφην, καὶ πεπερασμένην ἔχοντα τὴν ἀρχὴν ἀναμὶξ τοῖς ἄλλοις νοεῖσθαι θεοῖς. ἔτι προσέξομεν ὑμῖν, ὅτι τὸν τῶν ὅλων θεὸν ἄχρι ψιλῆς γοῦν ἐννοίας ὑμεῖς ἢ τῆς ὑμετέρας τις ἐφαντάσθη ῥίζης; οὐ μερικὰ πάντα ταῦτά ἐστι; θεὸς ζηλωτής· ζηλοῖ γὰρ διὰ τί καὶ ἁμαρτίας ἐκδικῶν πατέρων ἐπὶ τέκνα;