Καλῶς ἔχειν ἔμοιγε φαίνεται τὰς αἰτίας ἐκθέσθαι πᾶσιν ἀνθρώποις, ὑφ̓ ὧν ἐπείσθην ὅτι τῶν Γαλιλαίων ἡ σκευωρία πλάσμα ἐστὶν ἀνθρώπων ὑπὸ κακουργίας συντεθέν. ἔχουσα μὲν οὐδὲν θεῖον, ἀποχρησαμένη δὲ τῷ φιλομύθῳ καὶ παιδαριώδει καὶ ἀνοήτῳ τῆς ψυχῆς μορίῳ, τὴν τερατολογίαν εἰς πίστιν ἤγαγεν ἀληθείας. Μέλλων δὲ ὑπὲρ τῶν πρώτων λεγομένων δογμάτων ἁπάντων ποιεῖσθαι τὸν λόγον, ἐκεῖνο βούλομαι πρῶτον εἰπεῖν, ὅτι χρὴ τοὺς ἐντυγχάνοντας, εἴπερ ἀντιλέγειν ἐθέλοιεν, ὥσπερ ἐν δικαστηρίῳ μηδὲν ἔξωθεν πολυπραγμονεῖν μηδέ, τὸ λεγόμενον, ἀντικατηγορεῖν, ἕως ἂν ὑπὲρ τῶν παρ’ αὐτοῖς ἀπολογήσωνται. ἄμεινον μὲν γὰρ οὕτω, καὶ σαφέστερον ἰδίαν μὲν ἐνστήσασθαι πραγματείαν, ὅταν τι τῶν παρ’ ἡμῖν εὐθύνειν θέλωσιν, ἐν οἷς δὲ πρὸς τὰς παρ’ ἡμῶν εὐθύνας ἀπολογοῦνται, μηδὲν ἀντικατηγορεῖν. Μικρὸν δὲ ἀναλαβεῖν ἄξιον, ὅθεν ἡμῖν ἥκει καὶ ὅπως ἔννοια θεοῦ τὸ πρῶτον, εἶτα παραθεῖναι τὰ παρὰ τοῖς Ἕλλησι καὶ παρὰ τοῖς Ἑβραίοις ὑπὲρ τοῦ θείου λεγόμενα, καὶ μετὰ τοῦτο ἐπανερέσθαι τοὺς οὔτε Ἕλληνας οὔτε Ἰουδαίους, ἀλλὰ τῆς Γαλιλαίων ὄντας αἱρέσεως, ἀνθ̓ ὅτου πρὸ τῶν ἡμετέρων εἵλοντο τὰ παρ’ ἐκείνοις, καὶ ἐπὶ τούτῳ, τί δή ποτε μηδ̓ ἐκείνοις ἐμμένουσιν, ἀλλὰ κἀκείνων ἀποστάντες ἰδίαν ὁδὸν ἐτράποντο. ὁμολογήσαντες μὲν οὐδὲν τῶν καλῶν οὐδὲ τῶν σπουδαίων οὔτε τῶν παρ’ ἡμῖν τοῖς Ἕλλησιν οὔτε τῶν παρὰ τοῖς ἀπὸ Μωυσέως Ἑβραίοις, ἀπ̓ ἀμφοῖν δὲ τὰς παραπεπηγυίας τούτοις τοῖς ἔθνεσιν ὥσπερ τινὰς Κῆρας δρεπόμενοι, τὴν ἀθεότητα μὲν ἐκ τῆς Ἰουδαϊκῆς ῥᾳδιουργίας, φαῦλον δὲ καὶ ἐπισεσυρμένον βίον ἐκ τῆς παρ’ ἡμῖν ῥᾳθυμίας καὶ χυδαιότητος, τοῦτο τὴν ἀρίστην θεοσέβειαν ἠθέλησαν ὀνομάζεσθαι. Ὅτι δὲ οὐ διδακτόν, ἀλλὰ φύσει τὸ εἰδέναι θεὸν τοῖς ἀνθρώποις ὑπάρχει, τεκμήριον ἡμῖν ἔστω πρῶτον ἡ κοινὴ πάντων ἀνθρώπων ἰδίᾳ καὶ δημοσίᾳ καὶ κατ’ ἄνδρα καὶ ἔθνη περὶ τὸ θεῖον προθυμία. ἅπαντες γὰρ ἀδιδάκτως θεῖόν τι πεπιστεύκαμεν, ὑπὲρ οὗ τὸ μὲν ἀκριβὲς οὔτε πᾶσι ῥᾴδιον γινώσκειν οὔτε τοῖς ἐγνωκόσιν εἰπεῖν εἰς πάντας δυνατόν ταύτῃ δὴ τῇ κοινῇ πάντων ἀνθρώπων ἐννοίᾳ πρόσεστι καὶ ἄλλη. πάντες γὰρ οὐρανῷ καὶ τοῖς ἐν αὐτῷ φαινομένοις θεοῖς οὕτω δή τι φυσικῶς προσηρτήμεθα, ὡς καὶ εἴ τις ἄλλον ὑπέλαβε παρ’ αὐτοὺς τὸν θεόν, οἰκητήριον αὐτῷ πάντως τὸν οὐρανὸν ἀπένειμεν, οὐκ ἀποστήσας αὐτὸν τῆς γῆς, ἀλλ’ οἷον ὡς εἰς τιμιώτερον τοῦ  παντὸς ἐκεῖνο τὸν βασιλέα καθίσας τῶν ὅλων ἐφορᾶν ἐκεῖθεν ὑπολαμβάνων τὰ τῇδε. Τί δεῖ μοι καλεῖν Ἕλληνας καὶ Ἑβραίους ἐνταῦθα μάρτυρας; οὐδεὶς ἔστιν, ὃς οὐκ ἀνατείνει μὲν εἰς οὐρανὸν τὰς χεῖρας εὐχόμενος, ὀμνύων δὲ θεὸν ἤτοι θεούς, ἔννοιαν ὅλως τοῦ θείου λαμβάνων, ἐκεῖσε φέρεται. καὶ τοῦτο οὐκ ἀπεικότως ἔπαθον. ὁρῶντες γὰρ οὔτε πληθυνόμενον οὔτε ἐλαττούμενόν τι τῶν περὶ τὸν οὐρανὸν οὔτε τρεπόμενον οὔτε πάθος ὑπομένον τι τῶν ἀτάκτων, ἀλλ’ ἐναρμόνιον μὲν αὐτοῦ τὴν κίνησιν, ἐμμελῆ δὲ τὴν τάξιν, ὡρισμένους δὲ φωτισμοὺς σελήνης, ἡλίου δὲ ἀνατολὰς καὶ δύσεις ὡρισμένας ἐν ὡρισμένοις ἀεὶ καιροῖς, εἰκότως θεὸν καὶ θεοῦ θρόνον ὑπέλαβον. τὸ γὰρ τοιοῦτον, ἅτε μηδεμιᾷ προσθήκῃ πληθυνόμενον μηδὲ ἐλαττούμενον ἀφαιρέσει, τῆς τε κατ’ ἀλλοίωσιν καὶ τροπὴν ἐκτὸς ἱστάμενον μεταβολῆς πάσης καθαρεύει φθορᾶς καὶ γενέσεως, ἀθάνατον δὲ ὂν φύσει καὶ ἀνώλεθρον παντοίας ἐστὶ καθαρὸν κηλῖδος· ἀίδιον δὲ καὶ ἀεικίνητον, ὡς ὁρῶμεν, ἤτοι παρὰ ψυχῆς κρείττονος καὶ θειοτέρας ἐνοικούσης αὐτῷ, ὥσπερ, οἶμαι, τὰ ἡμέτερα σώματα παρὰ τῆς ἐν ἡμῖν ψυχῆς, φέρεται κύκλῳ περὶ τὸν μέγαν δημιουργόν, ἢ πρὸς αὐτοῦ τοῦ θεοῦ τὴν κίνησιν παραδεξάμενον τὸν ἄπειρον ἐξελίττει κύκλον ἀπαύστῳ καὶ αἰωνίῳ φορᾷ.