Κἀκεῖνο δ’ ἄξιον ἐννοεῖν, ὅσοι παρὰ τῶν ἔμπροσθεν ἀνάλωνται λόγοι περὶ τοῦ φύσει κοινωνικὸν εἶναι ζῷον τὸν ἄνθρωπον. ἡμεῖς οὖν οἱ ταῦτα εἰπόντες καὶ διατάξαντες ἀκοινωνήτως πρὸς τοὺς πλησίον ἕξομεν; ἐκ δὴ τῶν τοιούτων ἠθῶν τε καὶ ἐπιτηδευμάτων ἕκαστος ἡμῶν ὁρμώμενος εὐλαβείας τῆς εἰς τοὺς θεούς, χρηστότητος τῆς εἰς ἀνθρώπους, ἁγνείας τῆς περὶ τὸ σῶμα, τὰ τῆς εὐσεβείας ἔργα πληρούτω, πειρώμενος δὲ ἀεί τι περὶ τῶν θεῶν εὐσεβὲς διανοεῖσθαι καὶ μετά τινος ἀποβλέπων εἰς τὰ ἱερὰ τῶν θεῶν καὶ τὰ ἀγάλματα τιμῆς καὶ ὁσιότητος, σεβόμενος ὥσπερ ἂν εἰ παρόντας ἑώρα τοὺς θεούς. ἀγάλματα γὰρ καὶ βωμοὺς καὶ πυρὸς ἀσβέστου φυλακὴν καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα σύμβολα οἱ πατέρες ἔθεντο τῆς παρουσίας τῶν θεῶν, οὐχ ἵνα ἐκεῖνα θεοὺς νομίσωμεν, ἀλλ’ ἵνα δι’ αὐτῶν τοὺς θεοὺς θεραπεύσωμεν. ἐπειδὴ γὰρ ἡμᾶς ὄντας ἐν σώματι σωματικῶς ἔδει ποιεῖσθαι τοῖς θεοῖς καὶ τὰς λατρείας, ἀσώματοι δέ εἰσιν αὐτοί· πρῶτα μὲν ἔδειξαν ἡμῖν ἀγάλματα τὸ δεύτερον ἀπὸ τοῦ πρώτου τῶν θεῶν γένος περὶ πάντα τὸν οὐρανὸν κύκλῳ περιφερόμενον. δυναμένης δὲ οὐδὲ τούτοις ἀποδίδοσθαι τῆς θεραπείας σωματικῶς· ἀπροσδεᾶ γάρ ἐστι φύσει· ἕτερον ἐπὶ γῆς ἐξηυρέθη γένος ἀγαλμάτων, εἰς ὃ τὰς θεραπείας ἐκτελοῦντες ἑαυτοῖς εὐμενεῖς τοὺς θεοὺς καταστήσομεν. ὥσπερ γὰρ οἱ τῶν βασιλέων θεραπεύοντες εἰκόνας, οὐδὲν δεομένων, ὅμως ἐφέλκονται τὴν εὔνοιαν εἰς ἑαυτούς, οὕτω καὶ οἱ θεῶν θεραπεύοντες τὰ ἀγάλματα, δεομένων οὐδὲν τῶν θεῶν, ὅμως πείθουσιν αὐτοὺς ἐπαμύνειν σφίσι καὶ κήδεσθαι· δεῖγμα γάρ ἐστιν ὡς ἀληθῶς ὁσιότητος ἡ περὶ τὰ δυνατὰ προθυμία, καὶ ὁ ταύτην πληρῶν εὔδηλον ὅτι μειζόνως ἐκείνην ἀποδίδωσιν, ὁ δὲ τῶν δυνατῶν ὀλιγωρῶν, εἶτα προσποιούμενος τῶν ἀδυνάτων ὀρέγεσθαι δῆλός ἐστιν οὐκ ἐκεῖνα μεταδιώκων, ἀλλὰ ταῦτα παρορῶν· οὐδὲ γάρ, εἰ μηδενὸς ὁ θεὸς δεῖται, διὰ τοῦτο οὐδὲν αὐτῷ προσοιστέον· οὐδὲ γὰρ τῆς διὰ λόγων εὐφημίας δεῖται. τί οὖν; εὔλογον αὐτὸν ἀποστερῆσαι καὶ ταύτης; οὐδαμῶς. οὐκ ἄρα οὐδὲ τῆς διὰ τῶν ἔργων εἰς αὐτὸν γιγνομένης τιμῆς, ἧς ἐνομοθέτησαν οὐκ ἐνιαυτοὶ τρεῖς οὐδὲ τρισχίλιοι, πᾶς δὲ ὁ προλαβὼν αἰὼν ἐν πᾶσι τοῖς τῆς γῆς ἔθνεσιν. Ἀφορῶντες οὖν εἰς τὰ τῶν θεῶν ἀγάλματα μή τοι νομίζωμεν αὐτὰ λίθους εἶναι μηδὲ ξύλα, μηδὲ μέντοι τοὺς θεοὺς αὐτοὺς εἶναι ταῦτα. καὶ γὰρ οὐδὲ τὰς βασιλικὰς εἰκόνας ξύλα καὶ λίθον καὶ χαλκὸν λέγομεν, οὐ μὴν οὐδὲ αὐτοὺς τοὺς βασιλέας, ἀλλὰ εἰκόνας βασιλέων. ὅστις οὖν ἐστι φιλοβασιλεὺς ἡδέως ὁρᾷ τὴν τοῦ βασιλέως εἰκόνα, καὶ ὅστις ἐστὶ φιλόπαις ἡδέως ὁρᾷ τὴν τοῦ παιδός, καὶ ὅστις φιλοπάτωρ τὴν τοῦ πατρός. οὐκοῦν καὶ ὅστις φιλόθεος ἡδέως εἰς τὰ τῶν θεῶν ἀγάλματα καὶ τὰς εἰκόνας ἀποβλέπει, σεβόμενος ἅμα καὶ φρίττων ἐξ ἀφανοῦς ὁρῶντας εἰς αὐτὸν τοὺς θεούς. εἴ τις οὖν οἴεται δεῖν αὐτὰ μηδὲ φθείρεσθαι διὰ τὸ θεῶν ἅπαξ εἰκόνας κληθῆναι, παντελῶς ἄφρων εἶναί μοι φαίνεται. χρῆν γὰρ δήπουθεν αὐτὰ μηδὲ ὑπὸ ἀνθρώπων γενέσθαι. τὸ δὲ ὑπ’ ἀνδρὸς σοφοῦ καὶ ἀγαθοῦ γενόμενον ὑπὸ ἀνθρώπου πονηροῦ καὶ ἀμαθοῦς φθαρῆναι δύναται. τὰ δὲ ὑπὸ τῶν θεῶν ζῶντα ἀγάλματα κατασκευασθέντα τῆς ἀφανοῦς αὐτῶν οὐσίας, οἱ περὶ τὸν οὐρανὸν κύκλῳ φερόμενοι θεοί, μένει τὸν ἀεὶ χρόνον ἀίδια. μηδεὶς οὖν ἀπιστείτω θεοῖς ὁρῶν καὶ ἀκούων, ὡς ἐνύβρισάν τινες εἰς τὰ ἀγάλματα καὶ τοὺς ναούς. ἆρ’ οὐκ ἀνθρώπους χρηστοὺς ἀπέκτειναν πολλοί, καθάπερ Σωκράτη καὶ Δίωνα καὶ τὸν μέγαν Ἐμπεδότιμον; ὧν εὖ οἶδ’ ὅτι μᾶλλον ἐμέλησε τοῖς θεοῖς. ἀλλ’ ὁρᾶτε, ὅτι καὶ τούτων φθαρτὸν εἰδότες τὸ σῶμα συνεχώρησαν εἶξαι τῇ φύσει καὶ ὑποχωρῆσαι, δίκην δὲ ἀπῄτησαν ὕστερον παρὰ τῶν κτεινάντων. ὃ δὴ συνέβη φανερῶς ἐφ’ ἡμῶν ἐπὶ πάντων τῶν ἱεροσύλων. Μηδεὶς οὖν ἀπατάτω λόγοις μηδὲ ταραττέτω περὶ τῆς προνοίας ἡμᾶς. οἱ γὰρ ἡμῖν ὀνειδίζοντες τὰ τοιαῦτα, τῶν Ἰουδαίων οἱ προφῆται, τί περὶ τοῦ νεὼ φήσουσι τοῦ παρ’ αὐτοῖς τρίτον ἀνατραπέντος, ἐγειρομένου δὲ οὐδὲ νῦν; ἐγὼ δὲ εἶπον οὐκ ὀνειδίζων ἐκείνοις, ὅς γε τοσούτοις ὕστερον χρόνοις ἀναστήσασθαι διενοήθην αὐτὸν εἰς τιμὴν τοῦ κληθέντος ἐπ’ αὐτῷ θεοῦ· νυνὶ δὲ ἐχρησάμην αὐτῷ δεῖξαι βουλόμενος, ὅτι τῶν ἀνθρωπίνων οὐδὲν ἄφθαρτον εἶναι δύναται καὶ οἱ τὰ τοιαῦτα γράφοντες ἐλήρουν προφῆται, γρᾳδίοις ψυχροῖς ὁμιλοῦντες. οὐδὲν δὲ οἶμαι κωλύει τὸν μὲν θεὸν εἶναι μέγαν, οὐ μὴν σπουδαίων προφητῶν οὐδὲ ἐξηγητῶν τυχεῖν. αἴτιον δέ, ὅτι τὴν ἑαυτῶν ψυχὴν οὐ παρέσχον ἀποκαθῆραι τοῖς ἐγκυκλίοις μαθήμασιν οὐδὲ ἀνοῖξαι μεμυκότα λίαν τὰ ὄμματα οὐδὲ ἀνακαθῆραι τὴν ἐπικειμένην αὐτοῖς ἀχλύν, ἀλλ’ οἷον φῶς μέγα δι’ ὁμίχλης οἱ ἄνθρωποι βλέποντες οὐ καθαρῶς οὐδὲ εἰλικρινῶς, αὐτὸ δὲ ἐκεῖνο νενομικότες οὐχὶ φῶς καθαρόν, ἀλλὰ πῦρ καὶ τῶν περὶ αὐτὸ πάντων ὄντες ἀθέατοι βοῶσι μέγα· Φρίττετε, φοβεῖσθε, πῦρ, φλόξ, θάνατος, μάχαιρα, ῥομφαία, πολλοῖς ὀνόμασι μίαν ἐξηγούμενοι τὴν βλαπτικὴν τοῦ πυρὸς δύναμιν. ἀλλ’ ὑπὲρ μὲν τούτων ἰδίᾳ βέλτιον παραστῆσαι, πόσῳ φαυλότεροι τῶν παρ’ ἡμῖν οὗτοι γεγόνασι ποιητῶν οἱ τῶν ὑπὲρ τοῦ θεοῦ λόγων διδάσκαλοι. Προσήκει δὲ οὐ τὰ τῶν θεῶν μόνον ἀγάλματα προσκυνεῖν, ἀλλὰ καὶ τοὺς ναοὺς καὶ τὰ τεμένη καὶ τοὺς βωμούς· εὔλογον δὲ καὶ τοὺς ἱερέας τιμᾶν ὡς λειτουργοὺς θεῶν καὶ ὑπηρέτας καὶ διακονοῦντας ἡμῖν τὰ πρὸς τοὺς θεούς, συνεπισχύοντας τῇ ἐκ θεῶν εἰς ἡμᾶς τῶν ἀγαθῶν δόσει· προθύουσι γὰρ πάντων καὶ ὑπερεύχονται. δίκαιον οὖν ἀποδιδόναι πᾶσιν αὐτοῖς οὐκ ἔλαττον, εἰ μὴ καὶ πλέον, ἢ τοῖς πολιτικοῖς ἄρχουσι τὰς τιμάς. εἰ δέ τις οἴεται τοῦτο ἐπ’ ἴσης χρῆναι νέμειν αὐτοῖς καὶ τοῖς πολιτικοῖς ἄρχουσιν, ἐπεὶ κἀκεῖνοι τρόπον τινὰ τοῖς θεοῖς ἱερατεύουσι, φύλακες ὄντες τῶν νόμων, ἀλλὰ τά γε τῆς εὐνοίας παρὰ πολὺ χρὴ νέμειν τούτοις. οἱ μὲν γὰρ Ἀχαιοὶ καίπερ πολέμιον ὄντα τὸν ἱερέα προσέταττον αἰδεῖσθαι τῷ βασιλεῖ· ἡμεῖς δὲ οὐδὲ τοὺς φίλους αἰδούμεθα τοὺς εὐχομένους ὑπὲρ ἡμῶν καὶ θύοντας. Ἀλλ’ ἐπείπερ ὁ λόγος εἰς τὴν πάλαι ποθουμένην ἀρχὴν ἐλήλυθεν, ἄξιον εἶναί μοι δοκεῖ διελθεῖν ἐφεξῆς, ὁποῖός τις ὢν ὁ ἱερεὺς αὐτός τε δικαίως τιμηθήσεται καὶ τοὺς θεοὺς τιμᾶσθαι ποιήσει. τὸ γὰρ ἡμέτερον οὐ χρὴ σκοπεῖν οὐδὲ ἐξετάζειν, ἀλλὰ ἕως ἂν ἱερεύς τις ὀνομάζηται, τιμᾶν αὐτὸν χρὴ καὶ θεραπεύειν, εἰ δὲ εἴη πονηρός, ἀφαιρεθέντα τὴν ἱερωσύνην ὡς ἀνάξιον ἀποφανθέντα περιορᾶν· ἕως δὲ προθύει καὶ κατάρχεται καὶ παρίσταται τοῖς θεοῖς, ὡς τὸ τιμιώτατον τῶν θεῶν κτῆμα προσβλεπτέος ἐστὶν ἡμῖν μετὰ αἰδοῦς καὶ εὐλαβείας. ἄτοπον γάρ, εἰ τοὺς μὲν λίθους, ἐξ ὧν οἱ βωμοὶ πεποίηνται, διὰ τὸ καθιερῶσθαι τοῖς θεοῖς ἀγαπῶμεν, ὅτι μορφὴν ἔχουσι καὶ σχῆμα πρέπον, εἰς ἥν εἰσι κατεσκευασμένοι λειτουργίαν, ἄνδρα δὲ καθωσιωμένον τοῖς θεοῖς οὐκ οἰησόμεθα χρῆναι τιμᾶν. ἴσως ὑπολήψεταί τις· ἀλλὰ ἀδικοῦντα καὶ ἐξαμαρτάνοντα πολλὰ τῶν πρὸς τοὺς θεοὺς ὁσίων; ἐγὼ δή φημι χρῆναι τὸν μὲν τοιοῦτον ἐξελέγχειν, ἵνα μὴ πονηρὸς ὢν ἐνοχλῇ τοὺς θεούς, ἕως δ’ ἂν ἐξελέγξῃ τις, μὴ ἀτιμάζειν. οὐδὲ γὰρ εὔλογον ἐπιλαβομένους ταύτης τῆς ἀφορμῆς οὐ τούτων μόνον, ἀλλὰ καὶ τῶν ἐπιτηδείων τιμᾶσθαι τὴν τιμὴν προσαφαιρεῖσθαι. ἔστω τοίνυν ὥσπερ ἄρχων, οὕτω δὲ καὶ ἱερεὺς πᾶς αἰδέσιμος, ἐπειδὴ καὶ ἀπόφασίς ἐστι θεοῦ τοῦ Διδυμαίου τοιαύτη· Ὅσσοι ἐς ἀρητῆρας ἀτασθαλίῃσι νόοιο Ἀθανάτων ῥέζους̓ ἀποφώλια, καὶ γεράεσσιν Ἀντία βουλεύουσιν ἀδεισιθέοισι λογισμοῖς, Οὐκέθ’ ὅλην βιότοιο διεκπερόωσιν ἀταρπόν, Ὅσσοι περ μακάρεσσιν ἐλωβήσαντο θεοῖσιν, Ὧν κεῖνοι θεόσεπτον ἕλον θεραπηίδα τιμήν, καὶ πάλιν ἐν ἄλλοις ὁ θεός φησι Πάντας μὲν θεράποντας ἐμοὺς ὀλοῆς κακότητος—, καί φησιν ὑπὲρ τούτων δίκην ἐπιθήσειν αὐτοῖς.