Προσεκτέον γὰρ μάλιστα τῷ μέρει τούτῳ, καὶ τὴν ἰατρείαν ἐντεῦθεν ποιητέον. ἐπειδὴ γὰρ οἶμαι συνέβη τοὺς πένητας ἀμελεῖσθαι παρορωμένους ὑπὸ τῶν ἱερέων, οἱ δυσσεβεῖς Γαλιλαῖοι κατανοήσαντες ἐπέθεντο ταύτῃ τῇ φιλανθρωπίᾳ, καὶ τὸ χείριστον τῶν ἔργων διὰ τοῦ εὐδοκιμοῦντος τῶν ἐπιτηδευμάτων ἐκράτυναν. ὥσπερ γὰρ οἱ τὰ παιδία διὰ τοῦ πλακοῦντος ἐξαπατῶντες τῷ καὶ δὶς καὶ τρὶς προέσθαι πείθουσιν ἀκολουθεῖν ἑαυτοῖς, εἶθ̓, ὅταν ἀποστήσωσι πόρρω τῶν οἰκείων, ἐμβάλλοντες εἰς ναῦν ἀπέδοντο, καὶ γέγονεν εἰς ἅπαντα τὸν ἑξῆς βίον πικρὸν τὸ δόξαν πρὸς ὀλίγον γλυκύ, τὸν αὐτὸν καὶ αὐτοὶ τρόπον ἀρξάμενοι διὰ τῆς λεγομένης παρ’ αὐτοῖς ἀγάπης καὶ ὑποδοχῆς καὶ διακονίας τραπεζῶν· ἔστι γὰρ ὥσπερ τὸ ἔργον, οὕτω δὲ καὶ τοὔνομα παρ’ αὐτοῖς πολύ· πλείστους ἐνήγαγον εἰς τὴν ἀθεότητα. Πρίσκῳ Ἐγὼ δεξάμενός σου τὰ γράμματα παραχρῆμα τὸν Ἀρχέλαον ἀπέστειλα, δοὺς αὐτῷ φέρειν ἐπιστολὰς πρὸς σέ, καὶ τὸ σύνθημα, καθάπερ ἐκέλευσας, εἰς πλείονα χρόνον. ἱστορῆσαι δέ σοι τὸν ὠκεανὸν ἐθέλοντι ὑπάρξει σὺν θεῷ πάντα κατὰ γνώμην, εἰ μὴ τὴν τῶν Γαλατῶν ἀμουσίαν καὶ τὸν χειμῶνα διευλαβηθείης. ἀλλὰ τοῦτο μὲν ὅπως ἂν ᾖ τῷ θεῷ φίλον γενήσεται, ἐγὼ δὲ ὄμνυμί σοι τὸν πάντων ἀγαθῶν ἐμοὶ αἴτιον καὶ σωτῆρα, ὅτι διὰ τοῦτο ζῆν εὔχομαι, ἵν’ ὑμῖν τι χρήσιμος γένωμαι. τὸ δὲ ὑμῖν ὅταν εἴπω, τοὺς ἀληθινούς φημι φιλοσόφους, ὧν εἶναί σε πεισθεὶς οἶσθα πῶς ἐφίλησα καὶ φιλῶ καὶ ὁρᾶν εὔχομαι. ἐρρωμένον σε ἡ θεία πρόνοια διαφυλάξειε πολλοῖς χρόνοις, ἀδελφὲ ποθεινότατε καὶ φιλικώτατε. τὴν ἱερὰν Ἱππίαν καὶ τὰ παιδία ὑμῶν προσαγορεύω. Πρίσκῳ Περὶ τοῦ τὴν σὴν ἀγαθότητα πρός με ἥκειν, εἴπερ διανοῇ, νῦν σὺν τοῖς θεοῖς βούλευσαι καὶ προθυμήθητι· τυχὸν γὰρ ὀλίγον ὕστερον οὐδὲ ἐγὼ σχολὴν ἄξω. τὰ Ἰαμβλίχου πάντα μοι τὰ εἰς τὸν ὁμώνυμον ζήτει· δύνασαι δὲ μόνος· ἔχει γὰρ ὁ τῆς σῆς ἀδελφῆς γαμβρὸς εὐδιόρθωτα. εἰ δὲ μὴ σφάλλομαι, καὶ σημεῖόν τί μοι, ἡνίκα τοῦτο τὸ μέρος ἔγραφον, ἐγένετο θαυμάσιον. ἱκετεύω σε, μὴ διαθρυλείτωσαν οἱ Θεοδώρειοι καὶ τὰς σὰς ἀκοάς, ὅτι ἄρα φιλότιμος ὁ θεῖος ἀληθῶς καὶ μετὰ Πυθαγόραν καὶ Πλάτωνα τρίτος Ἰάμβλιχος· εἰ δὲ τολμηρὸν πρὸς σὲ τὴν αὑτοῦ διάνοιαν φανερὰν ποιεῖν, ὡς ἕπεται τοῖς ἐνθουσιῶσιν, οὐ παράλογος ἡ συγγνώμη· καὶ αὐτὸς δὲ περὶ μὲν Ἰάμβλιχον ἐν φιλοσοφίᾳ, περὶ δὲ τὸν ὁμώνυμον ἐν θεοσοφίᾳ μέμηνας. καὶ νομίζω τοὺς ἄλλους, κατὰ τὸν Ἀπολλόδωρον, μηθὲν εἶναι πρὸς τούτους. ὑπὲρ δὲ τῶν Ἀριστοτέλους συναγωγῶν ἃς ἐποιήσω, τοσοῦτόν σοι λέγω· πεποίηκάς με ψευδεπίγραφον εἶναί σου μαθητήν· ὁ μὲν γὰρ Τύριος Μάξιμος ἓξ βιβλίοις με τῆς Πλατωνικῆς λογικῆς ὀλίγα μυεῖν εἶχε, σὺ δέ με δι’ ἕνος βιβλίου τῆς Ἀριστοτελικῆς φιλοσοφίας ἐποίησας ἴσως δὴ καὶ βάκχον, ἀλλ’ οὖν γε ναρθηκοφόρον. εἰ δὲ ἀληθῆ λέγω, παραγενομένῳ σοι πολλὰ πάνυ τοῦ πέρυσιν χειμῶνος ἐξελέγξει πάρεργα. Εὐμενίῳ καὶ Φαριανῷ Εἴ τις ὑμᾶς πέπεικεν, ὅτι τοῦ φιλοσοφεῖν ἐπὶ σχολῆς ἀπραγμόνως ἐστὶν ἥδιον ἢ λυσιτελέστερόν τι τοῖς ἀνθρώποις, ἠπατημένος ἐξαπατᾷ· εἰ δὲ μένει παρ’ ὑμῖν ἡ πάλαι προθυμία καὶ μὴ καθάπερ φλὸξ λαμπρὰ ταχέως ἀπέσβη, μακαρίους ἔγωγε ὑμᾶς ὑπολαμβάνω. τέταρτος ἐνιαυτὸς ἤδη παρελήλυθε καὶ μὴν οὑτοσὶ τρίτος ἐπ’ αὐτῷ σχεδόν, ἐξότε κεχωρίσμεθα ἡμεῖς ἀλλήλων. ἡδέως δ’ ἂν σκεψαίμην, ἐν τούτῳ πόσον τι προεληλύθατε. τὰ δὲ ἐμά, εἰ καὶ φθεγγοίμην Ἑλληνιστί, θαυμάζειν ἄξιον· οὕτως ἐσμὲν ἐκβεβαρβαρωμένοι διὰ τὰ χωρία. μὴ καταφρονεῖτε τῶν λογιδίων, μηδὲ ἀμελεῖτε ῥητορικῆς μηδὲ τοῦ ποιήμασιν ὁμιλεῖν. ἔστω δὲ τῶν μαθημάτων ἐπιμέλεια πλείων, ὁ δὲ πᾶς πόνος τῶν Ἀριστοτέλους καὶ Πλάτωνος δογμάτων ἐπιστήμη. τοῦτο ἔργον ἔστω, τοῦτο κρηπίς, θεμέλιος, οἰκοδομία, στέγη· τἆλλα δὲ πάρεργα, μετὰ μείζονος σπουδῆς παρ’ ὑμῶν ἐπιτελούμενα ἢ παρά τισι τὰ ἀληθῶς ἔργα. ἐγὼ νὴ τὴν θείαν Δίκην ὑμᾶς ὡς ἀδελφοὺς φιλῶν ταῦτα ὑμῖν συμβουλεύω· γεγόνατε γάρ μοι συμφοιτηταὶ καὶ πάνυ φίλοι. εἰ μὲν οὖν πεισθείητε, πλέον στέρξω, ἀπειθοῦντας δὲ ὁρῶν λυπήσομαι. λύπη δὲ συνεχὴς εἰς ὅ ποτε τελευτᾶν εἴωθεν, εἰπεῖν παραιτοῦμαι οἰωνοῦ κρείττονος ἕνεκα. Ὀριβασίῳ Τῶν ὀνειράτων δύο πύλας εἶναί φησιν ὁ θεῖος Ὅμηρος, καὶ διάφορον εἶναι αὐτοῖς καὶ τὴν ὑπὲρ τῶν ἀποβησομένων πίστιν. ἐγὼ δὲ νομίζω σε νῦν, εἴπερ ποτὲ καὶ ἄλλοτε, σαφῶς ἑορακέναι περὶ τῶν μελλόντων· ἐθεασάμην γὰρ καὶ αὐτὸς τοιοῦτον σήμερον. δένδρον γὰρ ᾤμην ὑψηλὸν ἔν τινι τρικλίνῳ σφόδρα μεγάλῳ πεφυτευμένον εἰς ἔδαφος ῥέπειν, τῇ ῥίζῃ παραπεφυκότος ἑτέρου μικροῦ καὶ νεογενοῦς, ἀνθηροῦ λίαν. ἐγὼ δὲ περὶ τοῦ μικροῦ σφόδρα ἠγωνίων, μή τις αὐτὸ μετὰ τοῦ μεγάλου συναποσπάσῃ. καὶ τοίνυν ἐπειδὴ πλησίον ἐγενόμην, ὁρῶ τὸ μέγα μὲν ἐπὶ τῆς γῆς ἐκτεταμένον, τὸ μικρὸν δὲ ὀρθὸν μέν, μετέωρον δὲ ἀπὸ γῆς. ὡς οὖν εἶδον, ἀγωνιάσας ἔφην· Οἵου δένδρουϲ κίνδυνός ἐστι μηδὲ τὴν παραφυάδα σωθῆναι. καί τις ἀγνὼς ἐμοὶ παντελῶς Ὅρα, ἔφησεν, ἀκριβῶς καὶ θάρρει· τῆς ῥίζης γὰρ ἐν τῇ γῇ μενούσης τὸ μικρότερον ἀβλαβὲς διαμενεῖ καὶ βεβαιότερον ἱδρυνθήσεται. τὰ μὲν δὴ τῶνὀνειρά των τοιαῦτα, θεὸς δὲ οἶδεν εἰς ὅτι φέρει.