πλὴν ἢν εἰς τὸν βασιλέα ἐπίδωσιν ἀτακτοῦντάς τινας, αὐτίκα μάλα κολάζουσιν· ἐπὶ δὲ τοὺς οὐ προσιόντας τοῖς θεοῖς ἐστι τὸ τῶν πονηρῶν δαιμόνων τεταγμένον φῦλον, ὑφ’ ὧν οἱ πολλοὶ παροιστρούμενοι τῶν ἀθέων ἀναπείθονται θανατᾶν, ὡς ἀναπτησόμενοι πρὸς τὸν οὐρανόν, ὅταν ἀπορρήξωσι τὴν ψυχὴν βιαίως. εἰσὶ δὲ οἳ καὶ τὰς ἐρημίας ἀντὶ τῶν πόλεων διώκουσιν, ὄντος τἀνθρώπου φύσει πολιτικοῦ ζῴου καὶ ἡμέρου, δαίμοσιν ἐκδεδομένοι πονηροῖς, ὑφ’ ὧν εἰς ταύτην ἄγονται τὴν μισανθρωπίαν. ἤδη δὲ καὶ δεσμὰ καὶ κλοιοὺς ἐξηῦρον οἱ πολλοὶ τούτων· οὕτω πανταχόθεν αὐτοὺς ὁ κακὸς συνελαύνει δαίμων, ᾧ δεδώκασιν ἑκόντες ἑαυτούς, ἀποστάντες τῶν ἀιδίων καὶ σωτήρων θεῶν. ἀλλ’ ὑπὲρ μὲν τούτων ἀπόχρη τοσαῦτα εἰπεῖν· ὅθεν δ’ ἐξέβην εἰς τοῦτο ἐπανήξω. Δικαιοπραγίας οὖν τῆς μὲν κατὰ τοὺς πολιτικοὺς νόμους εὔδηλον ὅτι μελήσει τοῖς ἐπιτρόποις τῶν πόλεων, πρέποι δ’ ἂν καὶ ὑμῖν εἰς παραίνεσιν τὸ μὴ παραβαίνειν ἱεροὺς ὄντας τῶν θεῶν τοὺς νόμους. ἐπεὶ δὲ τὸν ἱερατικὸν βίον εἶναι χρὴ τοῦ πολιτικοῦ σεμνότερον, ἀκτέον ἐπὶ τοῦτον καὶ διδακτέον· ἕψονται δέ, ὡς εἰκός, οἱ βελτίους· ἐγὼ μὲν γὰρ εὔχομαι καὶ πάντας, ἐλπίζω δὲ τοὺς ἐπιεικεῖς φύσει καὶ σπουδαίους· ἐπιγνώσονται γὰρ οἰκείους ὄντας ἑαυτοῖς τοὺς λόγους. Ἀσκητέα τοίνυν πρὸ πάντων ἡ φιλανθρωπία· ταύτῃ γὰρ ἕπεται πολλὰ μὲν καὶ ἄλλα τῶν ἀγαθῶν, ἐξαίρετον δὲ δὴ καὶ μέγιστον ἡ παρὰ τῶν θεῶν εὐμένεια. καθάπερ γὰρ οἱ τοῖς ἑαυτῶν δεσπόταις συνδιατιθέμενοι περί τε φιλίας καὶ σπουδὰς καὶ ἔρωτας ἀγαπῶνται πλέον τῶν ὁμοδούλων, οὕτω νομιστέον φύσει φιλάνθρωπον ὂν τὸ θεῖον ἀγαπᾶν τοὺς φιλανθρώπους τῶν ἀνδρῶν. ἡ δὲ φιλανθρωπία πολλὴ καὶ παντοία· καὶ τὸ πεφεισμένως κολάζειν τοὺς ἀνθρώπους ἐπὶ τῷ βελτίονι τῶν κολαζομένων, ὥσπερ οἱ διδάσκαλοι τὰ παιδία, καὶ τὸ τὰς χρείας αὐτῶν ἐπανορθοῦν, ὥσπερ οἱ θεοὶ τὰς ἡμετέρας. ὁρᾶτε ὅσα ἡμῖν δεδώκασιν ἐκ τῆς γῆς ἀγαθά, τροφὰς παντοίας καὶ ὁπόσας οὐδὲ ὁμοῦ πᾶσι τοῖς ζῴοις. ἐπεὶ δὲ ἐτέχθημεν γυμνοί, ταῖς τε τῶν ζῴων ἡμᾶς θριξὶν ἐσκέπασαν καὶ τοῖς ἐκ τῆς γῆς φυομένοις καὶ τοῖς ἐκ δένδρων. καὶ οὐκ ἤρκεσεν ἁπλῶς οὐδὲ αὐτοσχεδίως, καθάπερ ὁ Μωυσῆς ἔφη τοὺς χιτῶνας λαβεῖν δερματίνους, ἀλλ’ ὁρᾶτε ὅσα ἐγένετο τῆς Ἐργάνης Ἀθηνᾶς τὰ δῶρα. ποῖον οἴνῳ χρῆται ζῷον; ποῖον ἐλαίῳ; πλὴν εἴ τισιν ἡμεῖς καὶ τούτων μεταδίδομεν, οἱ τοῖς ἀνθρώποις οὐ μεταδιδόντες. τί δὲ τῶν θαλαττίων σίτῳ, τί δὲ τῶν χερσαίων τοῖς ἐν τῇ θαλάττῃ χρῆται; χρυσὸν οὔπω λέγω καὶ χαλκὸν καὶ σίδηρον, οἷς πᾶσιν οἱ θεοὶ ζαπλούτους ἡμᾶς ἐποίησαν, οὐχ ἵνα ὄνειδος αὐτῶν περιορῶμεν περινοστοῦντας τοὺς πένητας, ἄλλως τε ὅταν καὶ ἐπιεικεῖς τινες τύχωσι τὸν τρόπον, οἷς πατρῷος μὲν κλῆρος οὐ γέγονεν, ὑπὸ δὲ μεγαλοψυχίας ἥκιστα ἐπιθυμοῦντες χρημάτων πένονται. τούτους ὁρῶντες οἱ πολλοὶ τοὺς θεοὺς ὀνειδίζουσιν. αἴτιοι δὲ θεοὶ μὲν οὐκ εἰσὶ τῆς τούτων πενίας, ἡ δὲ ἡμῶν τῶν κεκτημένων ἀπληστία καὶ τοῖς ἀνθρώποις ὑπὲρ τῶν θεῶν οὐκ ἀληθοῦς ὑπολήψεως αἰτία γίνεται καὶ προσέτι τοῖς θεοῖς ὀνείδους ἀδίκου. τί γὰρ ἀπαιτοῦμεν, ἵνα χρυσὸν ὥσπερ τοῖς Ῥοδίοις ὁ θεὸς ὕσῃ τοῖς πένησιν; ἀλλὰ εἰ καὶ τοῦτο γένοιτο, ταχέως ἡμεῖς ὑποβαλόμενοι τοὺς οἰκέτας καὶ προθέντες πανταχοῦ τὰ ἀγγεῖα πάντας ἀπελάσομεν, ἵνα μόνοι τὰ κοινὰ τῶν θεῶν ἁρπάσωμεν δῶρα. θαυμάσειε δ’ ἄν τις εἰκότως, εἰ τοῦτο μὲν ἀξιοῖμεν οὔτε πεφυκὸς γίνεσθαι καὶ ἀλυσιτελὲς πάντη, τὰ δυνατὰ δὲ μὴ πράττομεν. τίς γὰρ ἐκ τοῦ μεταδιδόναι τοῖς πέλας ἐγένετο πένης; ἐγώ τοι πολλάκις τοῖς δεομένοις προέμενος ἐκτησάμην αὐτὰ παρὰ θεῶν πολλαπλάσια καίπερ ὢν φαῦλος χρηματιστής, καὶ οὐδέποτέ μοι μετεμέλησε προεμένῳ. καὶ τὰ μὲν νῦν οὐκ ἂν εἴποιμι· καὶ γὰρ ἂν εἴη παντελῶς ἄλογον, εἰ τοὺς ἰδιώτας ἀξιώσαιμι βασιλικαῖς παραβάλλεσθαι χορηγίαις· ἀλλ’ ὅτε ἔτι ἐτύγχανον ἰδιώτης, σύνοιδα ἐμαυτῷ τοῦτο ἀποβὰν πολλάκις. ἀπεσώθη μοι τέλειος ὁ κλῆρος τῆς τήθης, ἐχόμενος ὑπ’ ἄλλων βιαίως ἐκ βραχέων ὧν εἶχον ἀναλίσκοντι τοῖς δεομένοις καὶ μεταδιδόντι. Κοινωνητέον οὖν τῶν χρημάτων ἅπασιν ἀνθρώποις, ἀλλὰ τοῖς μὲν ἐπιεικέσιν ἐλευθεριώτερον, τοῖς δὲ ἀπόροις καὶ πένησιν ὅσον ἐπαρκέσαι τῇ χρείᾳ. φαίην δ’ ἄν, εἰ καὶ παράδοξον εἰπεῖν, ὅτι καὶ τοῖς πονηροῖς ἐσθῆτος καὶ τροφῆς ὅσιον ἂν εἴη μεταδιδόναι· τῷ γὰρ ἀνθρωπίνῳ καὶ οὐ τῷ τρόπῳ δίδομεν. διόπερ οἶμαι καὶ τοὺς ἐν δεσμωτηρίῳ καθειργμένους ἀξιωτέον τῆς τοιαύτης ἐπιμελείας. οὐδὲν γὰρ κωλύσει τὴν δίκην ἡ τοιαύτη φιλανθρωπία. χαλεπὸν γὰρ ἂν εἴη, πολλῶν ἀποκεκλεισμένων ἐπὶ κρίσει, καὶ τῶν μὲν ὀφλησόντων, τῶν δὲ ἀθῴων ἀποφανθησομένων, μὴ διὰ τοὺς ἀναιτίους οἶκτόν τινα νέμειν καὶ τοῖς πονηροῖς, ἀλλὰ τῶν πονηρῶν ἕνεκα καὶ περὶ τοὺς οὐδὲν ἠδικηκότας ἀνηλεῶς καὶ ἀπανθρώπως διακεῖσθαι. ἐκεῖνο δὲ ἐννοοῦντί μοι παντάπασιν ἄδικον καταφαίνεται· Ξένιον ὀνομάζομεν Δία, καὶ γιγνόμεθα τῶν Σκυθῶν κακοξενώτεροι. πῶς οὖν ὁ βουλόμενος τῷ Ξενίῳ θῦσαι Διὶ φοιτᾷ πρὸς τὸν νεών; μετὰ ποταποῦ συνειδότος, ἐπιλαθόμενος τοῦ πρὸς γὰρ Διός εἰσιν ἅπαντες Πτωχοί τε ξεῖνοί τε· δόσις δ’ ὀλίγη τε φίλη τε; Πῶς δὲ ὁ τὸν Ἑταίρειον θεραπεύων Δία, ὁρῶν τοὺς πέλας ἐνδεεῖς χρημάτων, εἶτα μηδ’ ὅσον δραχμῆς μεταδιδούς, οἴεται τὸν Δία καλῶς θεραπεύειν; ὅταν εἰς ταῦτα ἀπίδω, παντελῶς ἀχανὴς γίνομαι, τὰς μὲν ἐπωνυμίας τῶν θεῶν ἅμα τῷ κόσμῳ τῷ ἐξ ἀρχῆς ὥσπερ εἰκόνας γραπτὰς ὁρῶν, ἔργῳ δὲ ὑφ’ ἡμῶν οὐδὲν τοιοῦτον ἐπιτηδευόμενον. ὁμόγνιοι λέγονται παρ’ ἡμῖν θεοὶ καὶ Ζεὺς ὁμόγνιος, ἔχομεν δὲ ὥσπερ πρὸς ἀλλοτρίους τοὺς συγγενεῖς· ἄνθρωπος γὰρ ἀνθρώπῳ καὶ ἑκὼν καὶ ἄκων πᾶς ἐστι συγγενής, εἴτε, καθάπερ λέγεται παρά τινων, ἐξ ἑνός τε καὶ μιᾶς γενόναμεν πάντες, εἴθ’ ὁπωσοῦν ἄλλως, ἀθρόως ὑποστησάντων ἡμᾶς τῶν θεῶν ἅμα τῷ κόσμῳ τῷ ἐξ ἀρχῆς, οὐχ ἕνα καὶ μίαν, ἀλλὰ πολλοὺς ἅμα καὶ πολλάς. οἱ γὰρ ἕνα καὶ μίαν δυνηθέντες οἷοί τε ἦσαν ἅμα καὶ πολλοὺς καὶ πολλάς ὑποστῆσαι. καὶ γὰρ ὃν τρόπον τόν τε ἕνα καὶ τὴν μίαν, τὸν αὐτὸν τρόπον τοὺς πολλούς τε καὶ τὰς πολλάς. εἴς τε τὸ διάφορον ἀποβλέψαντα τῶν ἐθῶν καὶ τῶν νόμων, οὐ μὴν ἀλλὰ καὶ ὅπερ ἐστὶ μεῖζον καὶ τιμιώτερον καὶ κυριώτερον, εἰς τὴν τῶν θεῶν φήμην, ἣ παραδέδοται διὰ τῶν ἀρχαίων ἡμῖν θεουργῶν, ὡς, ὅτε Ζεὺς ἐκόσμει τὰ πάντα, σταγόνων αἵματος ἱεροῦ πεσουσῶν, ἐξ ὧν που τὸ τῶν ἀνθρώπων βλαστήσειε γένος. καὶ οὕτως οὖν συγγενεῖς γινόμεθα πάντες, εἰ μὲν ἐξ ἑνὸς καὶ μιᾶς, ἐκ δυοῖν ἀνθρώποιν ὄντες οἱ πολλοὶ καὶ πολλαί, εἰ δέ, καθάπερ οἱ θεοί φασι καὶ χρὴ πιστεύειν ἐπιμαρτυρούντων τῶν ἔργων, ἐκ τῶν θεῶν πάντες γεγονότες. ὅτι δὲ πολλοὺς ἅμα ἀνθρώπους γενέσθαι μαρτυρεῖ τὰ ἔργα, ῥηθήσεται μὲν ἀλλαχοῦ δι’ ἀκριβείας, ἐνταῦθα δὲ ἀρκέσει τοσοῦτον εἰπεῖν, ὡς ἐξ ἑνὸς μὲν καὶ μιᾶς οὖσιν οὔτε τοὺς νόμους εἰκὸς ἐπὶ τοσοῦτον παραλλάξαι οὔτε ἄλλως τὴν γῆν ὑφ’ ἑνὸς ἐμπλησθῆναι πᾶσαν, οὐδὲ εἰ τέκνα ἅμα πολλὰ καθάπερ αἱ σύες ἔτικτον αὐτοῖς αἱ γυναῖκες. πανταχοῦ δὲ ἀθρόως φυτευσάντων τῶν θεῶν, ὅνπερ τρόπον ὁ εἷς, οὕτω δὲ καὶ οἱ πλείους προῆλθον ἄνθρωποι τοῖς γενεάρχαις θεοῖς ἀποκληρωθέντες, οἳ καὶ προήγαγον αὐτούς, ἀπὸ τοῦ δημιουργοῦ τὰς ψυχὰς παραλαμβάνοντες ἐξ αἰῶνος.