Πάντα ἀθρόα ἔπεισί μοι καὶ ἀποκλείει τὴν φωνὴν ἄλλο ἄλλῳ προελθεῖν οὐ συγχωροῦν τῶν ἐμῶν διανοημάτων, εἴτε τῶν ψυχικῶν παθῶν εἴτε ὅπως φίλον κατονομάζειν τὰ τοιαῦτα. ἀλλ’ ἀποδῶμεν αὐτοῖς ἣν ὁ χρόνος ἀπέδωκε τάξιν, εὐχαριστήσαντες τοῖς πάντα ἀγαθοῖς θεοῖς, οἳ τέως μὲν γράφειν ἐμοὶ συνεχώρησαν, ἴσως δὲ ἡμῖν καὶ ἀλλήλους ἰδεῖν συγχωρήσουσιν. ὡς πρῶτον αὐτοκράτωρ ἐγενόμην ἄκων, ὡς ἴσασιν οἱ θεοί, καὶ τοῦτο αὐτόθι καταφανὲς ὃν ἐνεδέχετο τρόπον ἐποίησα· στρατεύσας ἐπὶ τοὺς βαρβάρους, ἐκείνης μοι γενομένης τριμήνου τῆς στρατείας, ἐπανιὼν εἰς τοὺς Γαλατικοὺς αἰγιαλοὺς ἐπεσκόπουν καὶ τῶν ἐκεῖθεν ἡκόντων ἀνεπυνθανόμην, μή τις φιλόσοφος, μή τις σχολαστικὸς ἢ τριβώνιον ἢ χλανίδιον φορῶν κατῆρεν. ἐπεὶ δὲ περὶ τὸν Βισεντίωνα ἦν· πολίχνη δὲ νῦν ἐστὶν ἀνειλημμένη, πάλαι δὲ μεγάλη τε ἦν καὶ πολυτελέσιν ἱεροῖς ἐκεκόσμητο, καὶ τείχει καρτερῷ καὶ προσέτι τῇ φύσει τοῦ χωρίου· περιθεῖ γὰρ αὐτὸ ὁ Δοῦβις ποταμός· ἡ δὲ ὥσπερ ἐν θαλάττῃ πετρώδης ἄκρα ἀνέστηκεν, ἄβατος ὀλίγου δέω φάναι καὶ αὐτοῖς ὄρνισι, πλὴν ὅσα ὁ ποταμὸς αὐτὴν περιρρέων ὥσπερ τινὰς αἰγιαλοὺς ἔχει προκειμένους· ταύτης πλησίον τῆς πόλεως ἀπήντησε κυνικός τις ἀνήρ, ἔχων τρίβωνα καὶ βακτηρίαν. τοῦτον πόρρωθεν θεασάμενος οὐδὲν ἄλλο ὑπέλαβον ἢ σέ, πλησίον δὲ ἤδη προσιὼν παρὰ σοῦ πάντως ἥκειν αὐτὸν ἐνόμιζον. οὗτος δ’ ἁνὴρ φίλος μέν, ἥττων δὲ τῆς προσδοκωμένης ἐλπίδος. ἓν μὲν δὴ τοιοῦτον ὄναρ ἐγένετό μοι. μετὰ τοῦτο δὲ πάντως ᾤμην σε πολυπραγμονήσαντα τὰ κατ’ ἐμὲ τῆς Ἑλλάδος ἐκτὸς οὐδαμῶς εὑρήσειν. ἴστω Ζεύς, ἴστω μέγας Ἥλιος, ἴστω Ἀθηνᾶς κράτος καὶ πάντες θεοὶ καὶ πᾶσαι, πῶς κατιὼν ἐπὶ τοὺς Ἰλλυριοὺς ἀπὸ τῶν Κελτῶν ἔτρεμον ὑπὲρ σοῦ. καὶ ἐπυνθανόμην τῶν θεῶν (αὐτὸς μὲν οὐ τολμῶν· οὐ γὰρ ὑπέμενον οὔτε ἰδεῖν τοιοῦτον οὔτε ἀκοῦσαι οὐδέν, οἷον ἄν τις ὑπέλαβε δύνασθαι τηνικαῦτα περὶ σὲ γίγνεσθαι, ἐπέτρεπον δὲ ἄλλοις), οἱ θεοὶ δὲ ταραχὰς μέν τινας ἔσεσθαι περὶ σὲ περιφανῶς ἐδήλουν, οὐδὲν μέντοι δεινὸν οὐδὲ εἰς ἔργον τῶν ἀθέων βουλευμάτων. Ἀλλ’ ὁρᾷς ὅτι μεγάλα καὶ πολλὰ παρέδραμον. μάλιστά σε πυθέσθαι ἄξιον, πῶς μὲν ἀθρόως τῆς ἐπιφανείας ᾐσθόμεθα τῶν θεῶν, τίνα δὲ τρόπον τὸ τοσοῦτον τῶν ἐπιβούλων πλῆθος διαπεφεύγαμεν, κτείναντες οὐδένα, χρήματα οὐδενὸς ἀφελόμενοι, φυλαξάμενοι δὲ μόνον οὓς ἐλαμβάνομεν ἐπ’ αὐτοφώρῳ. ταῦτα μὲν οὖν ἴσως οὐ γράφειν, ἀλλὰ φράζειν χρή, οἶμαι δέ σε καὶ μάλα ἡδέως πεύσεσθαι. θρησκεύομεν τοὺς θεοὺς ἀναφανδόν, καὶ τὸ πλῆθος τοῦ συγκατελθόντος μοι στρατοπέδου θεοσεβές ἐστιν. ἡμεῖς φανερῶς βουθυτοῦμεν. ἀπεδώκαμεν τοῖς θεοῖς χαριστήρια ἑκατόμβας πολλάς. ἐμὲ κελεύουσιν οἱ θεοὶ τὰ πάντα ἁγνεύειν εἰς δύναμιν, καὶ πείθομαί γε καὶ προθύμως αὐτοῖς· μεγάλους γὰρ καρποὺς τῶν πόνων ἀποδώσειν φασίν, ἢν μὴ ῥᾳθυμῶμεν. ἦλθε πρὸς ἡμᾶς Εὐάγριος τοῦ παρ’ ἡμῖν τιμωμένου θεοῦ. Πολλὰ γοῦν ἐπέρχεταί μοι πρὸς τούτοις, ἀλλὰ χρὴ ταμιεύσασθαί τινα καὶ τῇ παρουσίᾳ τῇ σῇ. δεῦρο οὖν, τοὺς θεούς σοι, τὴν ταχίστην, εἴτε δύο εἴτε πλείοσι χρησάμενος ὀχήμασιν. ἀπέστειλα δὲ καὶ δύο τῶν πιστοτάτων ὑπηρετῶν, ὧν ὁ μὲν εἷς ἄχρι τοῦ στρατοπέδου παραπέμψει σε· ἕτερος δὲ ἐξεληλυθέναι σε καὶ ἥκειν ἤδη μηνύσει· πότερον δὲ ὑπὸ ποτέρου γενέσθαι θέλεις αὐτὸς τοῖς νεανίσκοις σήμηνον. Ἰουλιανῷ θείῳ Τρίτης ὥρας νυκτὸς ἀρχομένης, οὐκ ἔχων οὐδὲ τὸν ὑπογράψοντα διὰ τὸ πάντας ἀσχόλους εἶναι, μόλις ἴσχυσα πρὸς σὲ ταῦτα γράψαι. ζῶμεν διὰ τοὺς θεοὺς ἐλευθερωθέντες τοῦ παθεῖν ἢ δρᾶσαι τὰ ἀνήκεστα· μάρτυς δὲ ὁ Ἥλιος, ὃν μάλιστα πάντων ἱκέτευσα συνάρασθαί μοι, καὶ ὁ βασιλεὺς Ζεύς, ὡς οὐπώποτε ηὐξάμην ἀποκτεῖναι Κωνστάντιον, μᾶλλον δὲ ἀπηυξάμην. τί οὖν ἦλθον; ἐπειδή μοι οἱ θεοὶ διαρρήδην ἐκέλευσαν, σωτηρίαν μὲν ἐπαγγελλόμενοι πειθομένῳ, μένοντι δὲ ὃ μηδεὶς θεῶν ποιήσειεν· ἄλλως τε ὅτι καὶ πολέμιος ἀποδειχθεὶς ᾤμην φοβῆσαι μόνον καὶ εἰς ὁμιλίας ἥξειν ἐπιεικεστέρας τὰ πράγματα· εἰ δὲ μάχῃ κριθείη, τῇ τύχῃ τὰ πάντα καὶ τοῖς θεοῖς ἐπιτρέψας περιμένειν ὅπερ ἂν αὐτῶν τῇ φιλανθρωπίᾳ δόξῃ. Ἰουλιανὸς Εὐθηρίῳ Ζῶμεν ὑπὸ τῶν θεῶν σωθέντες· ὑπὲρ ἐμοῦ δὲ αὐτοῖς θῦε τὰ χαριστήρια. θύσεις δὲ οὐχ ὑπὲρ ἑνὸς ἀνδρός, ἀλλ’ ὑπὲρ τοῦ κοινοῦ τῶν Ἑλλήνων. εἰ δέ σοι σχολὴ καὶ μέχρι τῆς Κωνσταντίνου πόλεως διαβῆναι, τιμησαίμην ἂν οὐκ ὀλίγου τὴν σὴν ἐντυχίαν.