περὶ δὲ τοῦ μιαροῦ ἀνδρογύνου μάθοιμ’ ἂν ἡδέως ἐκεῖνο, πότε διελέχθη περὶ ἐμοῦ ταῦτα, πότερον πρὶν ἢ συντυχεῖν ἐμοὶ ἢ μετὰ τοῦτο. δήλωσον οὖν ἡμῖν ὅ,τι ἂν οἷός τε ᾖς. ὑπὲρ δὲ τῶν πρὸς αὐτὸν ἴσασιν οἱ θεοὶ ὅτι πολλάκις, αὐτοῦ τοὺς ἐπαρχιώτας ἀδικήσαντος, ἐσιώπησα παρὰ τὸ πρέπον ἐμαυτῷ, τὰ μὲν οὐκ ἀκούων, τὰ δὲ οὐ προσιέμενος, ἄλλοις δὲ ἀπιστῶν, ἔνια δὲ εἰς τοὺς συνόντας αὐτῷ τρέπων. ὅτι δέ μοι μεταδοῦναι τῆς τοιαύτης ἠξίωσεν αἰσχύνης, ἀποστείλας τὰ μιαρὰ καὶ πάσης αἰσχύνης ἄξια ὑπομνήματα, τί με πράττειν ἐχρῆν; ἆρα σιωπᾶν ἢ μάχεσθαι; τὸ μὲν οὖν πρῶτον ἦν ἠλίθιον καὶ δουλοπρεπὲς καὶ θεομίσητον, τὸ δεύτερον δὲ δίκαιον μὲν καὶ ἀνδρεῖον καὶ ἐλευθέριον, ὑπὸ δὲ τῶν κατεχόντων ἡμᾶς πραγμάτων οὐ συγχωρούμενον. τί τοίνυν ἐποίησα; πολλῶν παρόντων, οὓς ᾔδειν ἀναγγελοῦντας αὐτῷ Πάντη καὶ πάντως, εἶπον, διορθώσει τὰ ὑπομνήματα οὗτος ὁ δεῖνα, ἐπεὶ δεινῶς ἀσχημονεῖ. τοῦτο ἐκεῖνος ἀκούσας τοσοῦτον ἐδέησε σωφρόνως τι πρᾶξαι, ὥστε πεποίηκεν οἷα μὰ τὸν θεὸν οὐδ’ ἂν εἷς μέτριος τύραννος, οὕτω μου πλησίον ὄντος. ἐνταῦθα τί πράττειν ἐχρῆν ἄνδρα τῶν Πλάτωνος καὶ Ἀριστοτέλους ζηλωτὴν δογμάτων; ἆρα περιορᾶν ἀνθρώπους ἀθλίους τοῖς κλέπταις ἐκδιδομένους, ἢ κατὰ δύναμιν αὐτοῖς ἀμύνειν, ὡς ἤδη τὸ κύκνειον ἐξᾴδουσι διὰ τὸ θεομισὲς ἐργαστήριον τῶν τοιούτων; ἐμοὶ μὲν οὖν αἰσχρὸν εἶναι δοκεῖ τοὺς μὲν χιλιάρχους, ὅταν λείπωσι τὴν τάξιν, καταδικάζειν· καίτοι χρῆν ἐκείνους τεθνάναι παραχρῆμα καὶ μηδὲ ταφῆς ἀξιοῦσθαι· τὴν δὲ ὑπὲρ τῶν ἀθλίων ἀνθρώπων ἀπολείπειν τάξιν, ὅταν δέῃ πρὸς κλέπτας ἀγωνίζεσθαι τοιούτους, καὶ ταῦτα τοῦ θεοῦ συμμαχοῦντος ἡμῖν, ὅσπερ οὖν ἔταξεν. εἰ δὲ καὶ παθεῖν τι συμβαίη, μετὰ καλοῦ τοῦ συνειδότος οὐ μικρὰ παραμυθία πορευθῆναι. τὸν δὲ χρηστὸν Σαλούστιον θεοὶ μέν μοι χαρίσαιντο. κἂν συμβαίνῃ δὲ διὰ τοῦτο τυγχάνειν διαδόχου, λυπήσει τυχὸν οὐδέν· ἄμεινον γὰρ ὀλίγον ὀρθῶς ἢ πολὺν κακῶς πρᾶξαι χρόνον. οὐκ ἔστιν, ὡς λέγουσί τινες, τὰ Περιπατητικὰ δόγματα τῶν Στωικῶν ἀγεννέστερα, τοσούτῳ δὲμόνον ἀλλήλων, ὡς ἐγὼ κρίνω, διαφέρει· τὰ μὲν γάρ ἐστιν ἀεὶ θερμότερα καὶ ἀβουλότερα, τὰ δὲ φρονήσεως ἀξιώτερα καὶ τοῖς ἐγνωσμένοις μᾶλλον ἐμμένει. Πρίσκῳ Ἄρτι μοι παυσαμένῳ τῆς χαλεπῆς πάνυ καὶ τραχείας νόσου τῇ τοῦ πάντα ἐφορῶντος προνοίᾳ γράμματα εἰς χεῖρας ἦλθεν ὑμέτερα, καθ’ ἣν ἡμέραν πρῶτον ἐλουσάμην. δείλης ἤδη ταῦτα ἀναγνοὺς οὐκ ἂν εἴποις ῥᾳδίως ὅπως ἐρρωννύμην, αἰσθανόμενος τῆς σῆς ἀκραιφνοῦς καὶ καθαρᾶς εὐνοίας, ἧς εἴθε γενοίμην ἄξιος, ὡς ἂν μὴ καταισχύναιμι τὴν σὴν φιλίαν. τὰς μὲν οὖν ὑμετέρας ἐπιστολὰς εὐθὺς ἀνέγνων, καίπερ οὐ σφόδρα τοῦτο ποιεῖν δυνάμενος, τὰς δὲ τοῦ Ἀντωνίου πρὸς τὸν Ἀλέξανδρον εἰς τὴν ὑστεραίαν ἐταμιευσάμην. ἐκεῖθεν ἑβδόμῃ σοι ταῦτα ἔγραφον ἡμέρᾳ, κατὰ λόγον μοι τῆς ῥώσεως προχωρούσης διὰ τὴν τοῦ θεοῦ προμήθειαν. σώζοιό μοι, ποθεινότατε καὶ φιλικώτατε ἀδελφέ, ὑπὸ τοῦ τὰ πάντα ἐφορῶντος θεοῦ· ἴδοιμί σε, ἐμὸν ἀγαθόν. καὶ ἰδίᾳ χειρί· νὴ τὴν σὴν σωτηρίαν καὶ τὴν ἐμήν, νὴ τὸν πάντα ἐφορῶντα θεόν, ὡς φρονῶ γέγραφα. ἀγαθώτατε, πότε σε ἴδω καὶ περιλάβωμαι; νῦν γάρ σου καὶ τοὔνομα καθάπερ οἱ δυσέρωτες φιλῶ. Ἀλυπίῳ ἀδελφῷ Καισαρίου Ὁ Συλοσῶν ἀνῆλθε, φασί, παρὰ τὸν Δαρεῖον, καὶ ὑπέμνησεν αὐτὸν τῆς χλανίδος, καὶ ᾔτησεν ἀντ’ ἐκείνης παρ’ αὐτοῦ τὴν Σάμον. εἶτα ἐπὶ τούτῳ Δαρεῖος μὲν ἐμεγαλοφρονεῖτο, μεγάλα ἀντὶ μικρῶν νομίζων ἀποδεδωκέναι· Συλοσῶν δὲ λυπηρὰν ἐλάμβανε χάριν. σκόπει δὴ τὰ ἡμέτερα νῦν πρὸς ἐκεῖνα. ἑνὶ μὲν δὴ τὸ πρῶτον οἶμαι κρεῖσσον ἔργον ἡμέτερον· οὐδὲ γὰρ ὑπεμείναμεν ὑπομνησθῆναι παρ’ ἄλλου· τοσούτῳ δὲ χρόνῳ τὴν μνήμην τῆς σῆς φιλίας διαφυλάξαντες ἀκέραιον, ἐπειδὴ πρῶτον ἡμῖν ἔδωκεν ὁ θεός, οὐκ ἐν δευτέροις, ἀλλ’ ἐν τοῖς πρώτοις σε μετεκαλέσαμεν. τὰ μὲν οὖν πρῶτα τοιαῦτα· περὶ δὲ τῶν μελλόντων ἆρά μοι δώσεις τι· καὶ γάρ εἰμι μαντικός· προαγορεῦσαι; μακρῷ νομίζω κρείττονα ἐκείνων, Ἀδράστεια δ’ εὐμενὴς εἴη. σύ τε γὰρ οὐδὲν δέῃ συγκαταστρεφομένου πόλιν βασιλέως, ἐγώ τε πολλῶν δέομαι τῶν συνεπανορθούντων μοι τὰ πεπτωκότα κακῶς. ταῦτά σοι Γαλλικὴ καὶ βάρβαρος Μοῦσα προσπαίζει, σὺ δὲ ὑπὸ τῇ τῶν θεῶν πομπῇ χαίρων ἀφίκοιο. καὶ τῇ αὑτοῦ χειρί· ληὶς ἐρίφων καὶ τῆς ἐν τοῖς χειμαδίοις θήρας τῶν προβατίων. ἧκε πρὸς τὸν φίλον, ὅς σε τότε, καίπερ οὔπω γινώσκειν οἷος εἶ δυνάμενος, ὅμως περιεῖπον. Τῷ αὐτῷ Ἤδη μὲν ἐτύγχανον ἀνειμένος τῆς νόσου, τὴν γεωγραφίαν ὅτε ἀπέστειλας· οὐ μὴν ἔλαττον διὰ τοῦτο ἡδέως ἐδεξάμην τὸ παρὰ σοῦ πινάκιον ἀποσταλέν. ἔχει γὰρ καὶ τὰ διαγράμματα τῶν πρόσθεν βελτίω, καὶ κατεμούσωσας αὐτὸ προσθεὶς τοὺς ἰάμβους, οὐ μάχην ἀείδοντας τὴν Βουπάλειον κατὰ τὸν Κυρηναῖον ποιητήν, ἀλλ’ οἵους ἡ καλὴ Σαπφὼ βούλεται τοῖς νόμοις ἁρμόττειν. καὶ τὸ μὲν δῶρον τοιοῦτόν ἐστιν, ὁποῖον ἴσως σοί τε ἔπρεπε δοῦναι, ἐμοί τε ἥδιστον δέξασθαι. περὶ δὲ τὴν διοίκησιν τῶν πραγμάτων ὅτι δραστηρίως ἅμα καὶ πρᾴως ἅπαντα περαίνειν προθυμῇ, συνηδόμεθα· μῖξαι γὰρ πρᾳότητα καὶ σωφροσύνην ἀνδρείᾳ καὶ ῥώμῃ, καὶ τῇ μὲν χρήσασθαι πρὸς τοὺς ἐπιεικεστάτους, τῇ δὲ ἐπὶ τῶν πονηρῶν ἀπαραιτήτως πρὸς ἐπανόρθωσιν οὐ μικρᾶς ἐστὶ φύσεως οὐδ’ ἀρετῆς ἔργον, ὡς ἐμαυτὸν πείθω. τούτων εὐχόμεθά σε τῶν σκοπῶν ἐχόμενον ἄμφω πρὸς ἓν τὸ καλὸν αὐτοὺς συναρμόσαι· τοῦτο γὰρ ἁπάσαις προκεῖσθαι ταῖς ἀρεταῖς τέλος οὐκ εἰκῆ τῶν παλαιῶν ἐπίστευον οἱ λογιώτατοι. ἐρρωμένος καὶ εὐδαιμονῶν διατελοίης ἐπὶ μήκιστον, ἀδελφὲ ποθεινότατε καὶ φιλικώτατε.