Ἐχρῆν τὸν ἐξελαθέντα βασιλικοῖς πολλοῖς πάνυ καὶ πολλῶν αὐτοκρατόρων προστάγμασιν ἓν γοῦν ἐπίταγμα περιμεῖναι βασιλικόν, εἶθ’ οὕτως εἰς τὴν ἑαυτοῦ κατιέναι, ἀλλὰ μὴ τόλμῃ μηδ’ ἀπονοίᾳ χρησάμενον ὡς οὐκ οὖσιν ἐνυβρίζειν τοῖς νόμοις, ἐπεί τοι καὶ τὸ νῦν τοῖς Γαλιλαίοις τοῖς φυγαδευθεῖσιν ὑπὸ τοῦ μακαρίτου Κωνσταντίου οὐ κάθοδον εἰς τὰς ἐκκλησίας αὐτῶν, ἀλλὰ τὴν εἰς τὰς πατρίδας συνεχωρήσαμεν. Ἀθανάσιον δὲ πυνθάνομαι τὸν τολμηρότατον ὑπὸ τοῦ συνήθους ἐπαρθέντα θράσους ἀντιλαβέσθαι τοῦ λεγομένου παρ’ αὐτοῖς ἐπισκοπῆς θρόνου, τοῦτο δὲ εἶναι καὶ τῷ θεοσεβεῖ τῶν Ἀλεξανδρέων δήμῳ οὐ μετρίως ἀηδές. ὅθεν αὐτῷ προαγορεύομεν ἀπιέναι τῆς πόλεως, ἐξ ἧς ἂν ἡμέρας τὰ τῆς ἡμετέρας ἡμερότητος γράμματα δέξηται παραχρῆμα· μένοντι δ’ αὐτῷ τῆς πόλεως εἴσω μείζους πολὺ καὶ χαλεπωτέρας προαγορεύομεν τιμωρίας. Εὐαγρίῳ Συγκτησείδιον μικρὸν ἀγρῶν τεττάρων δοθέντων μοι παρὰ τῆς τήθης ἐν τῇ Βιθυνίᾳ τῇ σῇ διαθέσει δῶρον δίδωμι, ἔλαττον μὲν ἢ ὥστε ἄνδρα εἰς περιουσίαν ὀνῆσαί τι μέγα καὶ ἀποφῆναι ὄλβιον, ἔχον δὲ οὐδὲ ὣς παντάπασιν ἀτερπῆ τὴν δόσιν, εἴ σοι τὰ καθ’ ἕκαστα περὶ αὐτοῦ διέλθοιμι.παίζειν δὲ οὐδὲν κωλύει πρὸς σὲ χαρίτων γέμοντα καὶ εὐμουσίας. ἀπῴκισται μὲν τῆς θαλάττης σταδίους οὐ πλέον εἴκοσι, καὶ οὔτε ἔμπορος οὔτε ναύτης ἐνοχλεῖ λάλος καὶ ὑβριστὴς τῷ χωρίῳ. οὐ μὴν ἀφῄρηται τὰς παρὰ τοῦ Νηρέως χάριτας παντελῶς, ἔχει δὲ ἰχθὺν πρόσφατον ἀεὶ καὶ ἀσπαίροντα, καὶ ἐπί τινος ἀπὸ τῶν δωμάτων προελθὼν γηλόφου ὄψει τὴν θάλατταν τὴν Προποντίδα καὶ τὰς νήσους τήν τε ἐπώνυμον πόλιν τοῦ γενναίου βασιλέως, οὐ φυκίοις ἐφεστὼς καὶ βρύοις, οὐδὲ ἐνοχλούμενος ὑπὸ τῶν ἐκβαλλομένων εἰς τοὺς αἰγιαλοὺς καὶ τὰς ψάμμους ἀτερπῶν πάνυ καὶ οὐδὲ ὀνομάζειν ἐπιτηδείων λυμάτων, ἀλλ’ ἐπὶ σμίλακος καὶ θύμου καὶ πόας εὐώδους. ἡσυχία δὲ πολλὴ κατακλινομένῳ καὶ εἴς τι βιβλίον ἀφορῶντι, εἶτα διαναπαύοντι τὴν ὄψιν ἥδιστον ἀπιδεῖν εἰς τὰς ναῦς καὶ τὴν θάλατταν. τοῦτο ἐμοὶ μειρακίῳ κομιδῇ νέῳ θερίδιον ἐδόκει φίλτατον· ἔχει γὰρ καὶ πηγὰς οὐ φαύλας καὶ λουτρὸν οὐκ ἀναφρόδιτον καὶ κῆπον καὶ δένδρα. ἀνὴρ δ’ ὢν ἤδη τὴν παλαιὰν ἐκείνην ἐπόθουν δίαιταν, καὶ ἦλθον πολλάκις, καὶ γέγονεν ἡμῖν οὐκ ἔξω λόγων ἡ σύνοδος. ἔστι δ’ ἐνταῦθα καὶ γεωργίας ἐμῆς μικρὸν ὑπόμνημα, φυταλία βραχεῖα, φέρουσα οἶνον εὐώδη τε καὶ ἡδύν, οὐκ ἀναμένοντά τι παρὰ τοῦ χρόνου προσλαβεῖν. τὸν Διόνυσον ὄψει καὶ τὰς Χάριτας. ὁ βότρυς δὲ ἐπὶ τῆς ἀμπέλου καὶ ἐπὶ τῆς ληνοῦ θλιβόμενος ἀπόζει τῶν ῥόδων, τὸ γλεῦκος δὲ ἐν τοῖς πίθοις ἤδη νέκταρός ἐστιν ἀπορρὼξ Ὁμήρῳ πιστεύοντι. τί δῆτα οὐ πολλὴ γέγονεν οὐδ’ ἐπὶ πλέθρα πάνυ πολλὰ ἡ τοιαύτη ἄμπελος; τυχὸν μὲν οὐδὲ ἐγὼ γεωργὸς γέγονα πρόθυμος· ἀλλὰ ἐπεὶ ἐμοὶ νηφάλιος ὁ τοῦ Διονύσου κρατὴρ καὶ ἐπὶ πολὺ τῶν νυμφῶν δεῖται, ὅσον εἰς ἐμαυτὸν καὶ τοὺς φίλους· ὀλίγον δέ ἐστι τὸ χρῆμα τῶν ἀνδρῶν· παρεσκευασάμην. νῦν δή σοι δῶρον, ὦ φίλη κεφαλή, δίδωμι μικρὸν μὲν ὅπερ ἐστί, χαρίεν δὲ φίλῳ παρὰ φίλου, οἴκοθεν οἴκαδε, κατὰ τὸν σοφὸν ποιητὴν Πίνδαρον. τὴν ἐπιστολὴν ἐπισύρων πρὸς λύχνον γέγραφα, ὥστε, εἴ τι ἡμάρτηται, μὴ πικρῶς ἐξέταζε μηδ’ ὡς ῥήτωρ ῥήτορα. Βασιλείῳ Ἡ μὲν παροιμία φησὶν Οὐ πόλεμον ἀγγέλλεις, ἐγὼ δὲ προσθείην ἐκ τῆς κωμῳδίας Ὦ χρυσὸν ἀγγείλας ἐπῶν. ἴθι οὖν ἔργοις αὐτὸ δεῖξον, καὶ σπεῦδε παρ’ ἡμᾶς· ἀφίξῃ γὰρ φίλος παρὰ φίλον. ἡ δὲ περὶ τὰ πράγματα κοινὴ καὶ συνεχὴς ἀσχολία δοκεῖ μὲν εἶναί πως τοῖς μὴ πάρεργον αὐτὰ ποιοῦσιν ἐπαχθής, οἱ δὲ τῆς ἐπιμελείας κοινωνοῦντές εἰσιν ἐπιεικεῖς, ὡς ἐμαυτὸν πείθω, καὶ συνετοὶ καὶ πάντως ἱκανοὶ πρὸς πάντα. διδοῦσιν οὖν μοι ῥᾳστώνην, ὥστε ἐξεῖναι μηδὲν ὀλιγωροῦντι καὶ ἀναπαύεσθαι· σύνεσμεν γὰρ ἀλλήλοις οὐ μετὰ τῆς αὐλικῆς ὑποκρίσεως, ἧς μόνης οἶμαί σε μέχρι τοῦ δεῦρο πεπειρᾶσθαι, καθ’ ἣν ἐπαινοῦντες μισοῦσι τηλικοῦτον μῖσος ἡλίκον οὐδὲ τοὺς πολεμιωτάτους, ἀλλὰ μετὰ τῆς προσηκούσης ἀλλήλοις ἐλευθερίας ἐξελέγχοντές τε ὅταν δέῃ καὶ ἐπιτιμῶντες οὐκ ἔλαττον φιλοῦμεν ἀλλήλους τῶν σφόδρα ἑταίρων· ἔνθεν ἔξεστιν ἡμῖν· ἀπείη δὲ φθόνος· ἀνειμένοις τε σπουδάζειν καὶ σπουδάζουσι μὴ ταλαιπωρεῖσθαι, καθεύδειν δὲ ἀδεῶς. ἐπεὶ καὶ ἐγρηγορὼς οὐχ ὑπὲρ ἐμαυτοῦ μᾶλλον ἢ καὶ ὑπὲρ τῶν ἄλλων ἁπάντων, ὡς εἰκός, ἐγρήγορα. Ταῦτα ἴσως κατηδολέσχησά σου καὶ κατελήρησα, παθών τι βλακῶδες· ἐπῄνεσα γὰρ ἐμαυτὸν ὥσπερ Ἀστυδάμας. ἀλλ’ ἵνα σε πείσω προὔργου τι μᾶλλον ἡμῖν τὴν σὴν παρουσίαν ἅτε ἀνδρὸς ἔμφρονος ποιήσειν ἢ παραιρήσεσθαί τι τοῦ καιροῦ, ταῦτα ἐπέστειλα. σπεῦδε οὖν, ὅπερ ἔφην, δημοσίῳ χρησάμενος δρόμῳ· συνδιατρίψας δὲ ἡμῖν ἐφ’ ὅσον σοι φίλον, οἷπερ ἂν θέλῃς ὑφ’ ἡμῶν πεμπόμενος, ὡς προσῆκόν ἐστι, βαδιεῖ. Θρᾳξίν Βασιλεῖ μὲν πρὸς κέρδος ὁρῶντι χαλεπὸν ἂν ὑμῶν ἐφάνη τὸ αἴτημα, καὶ οὐκ ἂν ᾠήθη δεῖν τὴν δημοσίαν εὐπορίαν βλάπτειν τῇ πρός τινας ἰδίᾳ χάριτι· ἐπεὶ δὲ ἡμεῖς οὐχ ὅ, τι πλεῖστα παρὰ τῶν ὑπηκόων ἀθροίζειν πεποιήμεθα σκοπόν, ἀλλ’ ὅτι πλείστων ἀγαθῶν αὐτοῖς αἴτιοι γίγνεσθαι, τοῦτο καὶ ὑμῖν ἀπολύσει τὰ ὀφλήματα. ἀπολύσει δὲ οὐχ ἁπλῶς ἅπαντα, ἀλλὰ μερισθήσεται τὸ πρᾶγμα, τὸ μὲν εἰς ὑμᾶς, τὸ δὲ εἰς τὴν τῶν στρατιωτῶν χρείαν, ἐξ ἧς οὐκ ἐλάχιστα καὶ αὐτοὶ δήπου φέρεσθε, τὴν εἰρήνην καὶ τὴν ἀσφάλειαν. τοιγαροῦ νμέχρι μὲν τῆς τρίτης ἐπινεμήσεως ἀφίεμεν ὑμῖν πάντα, ὅσα ἐκ τοῦ φθάνοντος ἐλλείπει χρόνου· μετὰ ταῦτα δὲ εἰσοίσετε κατὰ τὸ ἔθος. ὑμῖν τε γὰρ τὰ ἀφιέμενα χάρις ἱκανή, καὶ ἡμῖν τῶν κοινῶν οὐκ ἀμελητέον. περὶ τούτου καὶ τοῖς ἐπάρχοις ἐπέσταλκα, ἵν’ ἡ χάρις ὑμῖν εἰς ἔργον προχωρήσῃ. ἐρρωμένους ὑμᾶς οἱ θεοὶ σώζοιεν τὸν ἅπαντα χρόνον.