Προτεθήτω τοῖς ἐμοῖς πολίταις Ἀλεξανδρεῦσιν. Ἀρσακίῳ ἀρχιερεῖ Γαλατίας. Ὁ Ἑλληνισμὸς οὔπω πράττει κατὰ λόγον ἡμῶν ἕνεκα τῶν μετιόντων αὐτόν· τὰ γὰρ τῶν θεῶν λαμπρὰ καὶ μεγάλα, κρείττονα πάσης μὲν εὐχῆς, πάσης δὲ ἐλπίδος. ἵλεως δὲ ἔστω τοῖς λόγοις ἡμῶν Ἀδράστεια· τὴν γὰρ ἐν ὀλίγῳ τοιαύτην καὶ τηλικαύτην μεταβολὴν οὐδ’ ἂν εὔξασθαί τις ὀλίγῳ πρότερον ἐτόλμα. τί οὖν ἡμεῖς οἰόμεθα ταῦτα ἀρκεῖν, οὐδὲ ἀποβλέπομεν, ὡς μάλιστα τὴν ἀθεότητα συνηύξησεν ἡ περὶ τοὺς ξένους φιλανθρωπία καὶ ἡ περὶ τὰς ταφὰς τῶν νεκρῶν προμήθεια καὶ ἡ πεπλασμένη σεμνότης κατὰ τὸν βίον; ὧν ἕκαστον οἴομαι χρῆναι παρ’ ἡμῶν ἀληθῶς ἐπιτηδεύεσθαι. καὶ οὐκ ἀπόχρη τὸ σὲ μόνον εἶναι τοιοῦτον, ἀλλὰ πάντας ἁπαξαπλῶς ὅσοι περὶ τὴν Γαλατίαν εἰσὶν ἱερεῖς· οὓς ἢ δυσώπησον ἢ πεῖσον εἶναι σπουδαίους, ἢ τῆς ἱερατικῆς λειτουργίας ἀποστῆσον, εἰ μὴ προσέρχοιντο μετὰ γυναικῶν καὶ παίδων καὶ θεραπόντων τοῖς θεοῖς, ἀλλὰ ἀνέχοιντο τῶν οἰκετῶν ἢ υἱέων ἢ τῶν γαμετῶν ἀσεβούντων μὲν εἰς τοὺς θεούς, ἀθεότητα δὲ θεοσεβείας προτιμώντων. ἔπειτα παραίνεσον ἱερέα μήτε θεάτρῳ παραβάλλειν μήτε ἐν καπηλείῳ πίνειν ἢ τέχνης τινὸς καὶ ἐργασίας αἰσχρᾶς καὶ ἐπονειδίστου προΐστασθαι· καὶ τοὺς μὲν πειθομένους τίμα, τοὺς δὲ ἀπειθοῦντας ἐξώθει. ξενοδοκεῖα καθ’ ἑκάστην πόλιν κατάστησον πυκνά, ἵν’ ἀπολαύσωσιν οἱ ξένοι τῆς παρ’ ἡμῶν φιλανθρωπίας, οὐ τῶν ἡμετέρων μόνον, ἀλλὰ καὶ ἄλλων ὅστις ἂν δεηθῇ χρημάτων. ὅθεν δὲ εὐπορήσεις, ἐπινενόηταί μοι τέως. ἑκάστου γὰρ ἐνιαυτοῦ τρισμυρίους μοδίους κατὰ πᾶσαν τὴν Γαλατίαν ἐκέλευσα δοθῆναι σίτου καὶ ἑξακισμυρίους οἴνου ξέστας· ὧν τὸ μὲν πέμπτον εἰς τοὺς πένητας τοὺς τοῖς ἱερεῦσιν ὑπηρετουμένους ἀναλίσκεσθαί φημι χρῆναι, τὰ δὲ ἄλλα τοῖς ξένοις καὶ τοῖς μεταιτοῦσιν ἐπινέμεσθαι παρ’ ἡμῶν. αἰσχρὸν γάρ, εἰ τῶν μὲν Ἰουδαίων οὐδεὶς μεταιτεῖ, τρέφουσι δὲ οἱ δυσσεβεῖς Γαλιλαῖοι πρὸς τοῖς ἑαυτῶν καὶ τοὺς ἡμετέρους, οἱ δὲ ἡμέτεροι τῆς παρ’ ἡμῶν ἐπικουρίας ἐνδεεῖς φαίνονται. δίδασκε δὲ καὶ συνεισφέρειντοὺς Ἑλληνιστὰς εἰς τὰς τοιαύτας λειτουργίας καὶ τὰς Ἑλληνικὰς κώμας ἀπάρχεσθαι τοῖς θεοῖς τῶν καρπῶν, καὶ τοὺς Ἑλληνικοὺς ταῖς τοιαύταις εὐποιίαις προσέθιζε, διδάσκων αὐτούς, ὡς τοῦτο πάλαι ἦν ἡμέτερον ἔργον. Ὅμηρος γοῦν τοῦτο πεποίηκεν Εὔμαιον λέγοντα· ξεῖν’, οὔ μοι θέμις ἔστ’, οὐδ’ εἰ κακίων σέθεν ἔλθοι, ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες ξεῖνοί τε πτωχοί τε. δόσις δ’ ὀλίγη τε φίλη τε. μὴ δὴ τὰ παρ’ ἡμῖν ἀγαθὰ παραζηλοῦν ἄλλοις συγχωροῦντες αὐτοὶ τῇ ῥᾳθυμίᾳ καταισχύνωμεν, μᾶλλον δὲ καταπροώμεθα τὴν εἰς τοὺς θεοὺς εὐλάβειαν. εἰ ταῦτα πυθοίμην ἐγώ σε πράττοντα, μεστὸς εὐφροσύνης ἔσομαι. Τοὺς ἡγεμόνας ὀλιγάκις ἐπὶ τῆς οἰκίας ὅρα, τὰ πλεῖστα δὲ αὐτοῖς ἐπίστελλε. εἰσιοῦσι δὲ εἰς τὴν πόλιν ὑπαντάτω μηδεὶς αὐτοῖς ἱερέων, ἀλλ’, ὅταν εἰς τὰ ἱερὰ φοιτῶσι τῶν θεῶν, εἴσω τῶν προθύρων. ἡγείσθω δὲ μηδεὶς αὐτῶν εἴσω στρατιώτης, ἑπέσθω δὲ ὁ βουλόμενος· ἅμα γὰρ εἰς τὸν οὐδὸν ἦλθε τοῦ τεμένους καὶ γέγονεν ἰδιώτης. ἄρχεις γὰρ αὐτός, ὡς οἶσθα, τῶν ἔνδον, ἐπεὶ καὶ ὁ θεῖος ταῦτα ἀπαιτεῖθεσμός. καὶ οἱ μὲν πειθόμενοι κατὰ ἀλήθειάν εἰσι θεοσεβεῖς, οἱ δὲ ἀντεχόμενοι τοῦ τύφου δοξοκόποι καὶ κενόδοξοι. Τῇ Πεσσινοῦντι βοηθεῖν ἕτοιμός εἰμι, εἰ τὴν μητέρα τῶν θεῶν ἵλεων καταστήσουσιν ἑαυτοῖς· ἀμελοῦντες δὲ αὐτῆς οὐκ ἄμεμπτοι μόνον, ἀλλὰ, μὴ πικρὸν εἰπεῖν, μὴ καὶ τῆς παρ’ ἡμῶν ἀπολαύσωσι δυσμενείας. οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδ’ ἐλεαίρειν ἀνέρας, οἵ κε θεοῖσιν ἀπέχθωντ’ ἀθανάτοισιν. πεῖθε τοίνυν αὐτούς, εἰ τῆς παρ’ ἐμοῦ κηδεμονίας ἀντέχονται, πανδημεὶ τῆς μητρὸς τῶν θεῶν ἱκέτας γενέσθαι. Ἐκδικίῳ ἐπάρχῳ Αἰγύπτου Ἄλλοι μὲν ἵππων, ἄλλοι δὲ ὀρνέων, ἄλλοι δὲ θηρίων ἐρῶσιν· ἐμοὶ δὲ βιβλίων κτήσεως ἐκ παιδαρίου δεινὸς ἐντέτηκε πόθος. ἄτοπον οὖν, εἰ ταῦτα περιίδοιμι σφετερισαμένους ἀνθρώπους, οἷς οὐκ ἀρκεῖ τὸ χρυσίον μόνον ἀποπλῆσαι τὸν πολὺν ἔρωτα τοῦ πλούτου, πρὸς δὲ καὶ ταῦτα ὑφαιρεῖσθαι ῥᾳδίως διανοουμένους. ταύτην οὖν ἰδιωτικήν μοι δὸς τὴν χάριν, ὅπως ἀνευρεθῇ πάντα τὰ Γεωργίου βιβλία. πολλὰ μὲν γὰρ ἦν φιλόσοφα παρ’ αὐτῷ, πολλὰ δὲ ῥητορικά, πολλὰ δὲ ἦν καὶ τῆς τῶν δυσσεβῶν Γαλιλαίων διδασκαλίας· ἃ βουλοίμην μὲν ἠφανίσθαι πάντη, τοῦ δὲ μὴ σὺν τούτοις ὑφαιρεθῆναι τὰ χρησιμώτερα, ζητείσθω κἀκεῖνα μετ’ ἀκριβείας ἅπαντα. ἡγεμὼν δὲ τῆς ζητήσεως ἔστω σοι ταύτης ὁ νοτάριος Γεωργίου, ὃς μετὰ πίστεως μὲν ἀνιχνεύσας αὐτὰ γέρως ἴστω τευξόμενος ἐλευθερίας, εἰ δ’ ἁμωσγέπως γένοιτο κακοῦργος περὶ τὸ πρᾶγμα, βασάνων εἰς πεῖραν ἥξων. ἐπίσταμαι δὲ ἐγὼ τὰ Γεωργίου βιβλία, καὶ εἰ μὴ πάντα, πολλὰ μέντοι· μετέδωκε γάρ μοι περὶ τὴν Καππαδοκίαν ὄντι πρὸς μεταγραφήν τινα, καὶ ταῦτα ἔλαβε πάλιν.