Δύο ταῦτα ἐπηγγειλάμην εἰπεῖν σοι· τρίτον δὲ ἐλθὸν ἐπὶ νοῦν οὐκ οἶμαι χρῆναι σιωπᾶν. ἠκολούθησέ μοι καὶ πρὸς τὸ Ἀχίλλειον ὁ αὐτός, καὶ ἀπέδειξε τὸν τάφον σῶον· ἐπεπύσμην δὲ καὶ τοῦτον ὑπ’ αὐτοῦ διεσκάφθαι. ὁ δὲ καὶ μάλα σεβόμενος αὐτῷ προσῄει. ταῦτα εἶδον αὐτός. ἀκήκοα δὲ παρὰ τῶν νῦν ἐχθρῶς ἐχόντων πρὸς αὐτόν, ὅτι καὶ προσεύχοιτο λάθρᾳ καὶ προσκυνοίη τὸν Ἥλιον. ἆρα οὐκ ἂν ἐδέξω με καὶ ἰδιώτην μαρτυροῦντα; τῆς περὶ τοὺς θεοὺς διαθέσεως ἑκάστου τίνες ἂν εἶεν ἀξιοπιστότεροι μάρτυρες αὐτῶν τῶν θεῶν; ἡμεῖς ἂν ἱερέα Πηγάσιον ἐποιοῦμεν, εἰ συνεγνώκειμεν αὐτῷ τι περὶ τοὺς θεοὺς δυσσεβές; εἰ δὲ ἐν ἐκείνοις τοῖς χρόνοις εἴτε δυναστείας ὀρεγόμενος, εἴθ̓, ὅπερ πρὸς ἡμᾶς ἔφη πολλάκις, ὑπὲρ τοῦ σῶσαι τῶν θεῶν τὰ ἕδη τὰ ῥάκια ταῦτα περιαμπέσχετο καὶ τὴν ἀσέβειαν μέχρις ὀνόματος ὑπεκρίνατο· πέφηνε γὰρ οὐδὲν οὐδαμοῦ τῶν ἱερῶν ἠδικηκὼς πλὴν ὀλίγων παντάπασι λίθων ἐκ καλύμματος, ἵνα αὐτῷ σώζειν ἐξῇ τὰ λοιπά· τοῦτο ἐν λόγῳ ποιούμεθα καὶ οὐκ αἰσχυνόμεθα ταῦτα περὶ αὐτὸν πράττοντες ὅσαπερ Ἀφόβιος ἐποίει καὶ οἱ Γαλιλαῖοι πάντες προσεύχονται πάσχοντα ἰδεῖν αὐτόν; εἴ τί μοι προσέχεις, οὐ τοῦτον μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους, οἳ μετατέθεινται, τιμήσεις, ἵν’ οἱ μὲν ῥᾷον ὑπακούσωσιν ἡμῖν ἐπὶ τὰ καλὰ προκαλουμένοις, οἱ δ’ ἧττον χαίρωσιν. εἰ δὲ τοὺς αὐτομάτους ἰόντας ἀπελαύνοιμεν, οὐδεὶς ὑπακούσεται ῥᾳδίως παρακαλοῦσιν. Ἰουλιανὸς Θεοδώρῳ ἀρχιερεῖ. Ἐμοὶ πρὸς σὲ πεποίηται παρὰ τοὺς ἄλλους ἰδιαίτερον ἐπιστολῆς εἶδος, ὅτι σοι καὶ πλέον μέτεστι τῆς πρὸς ἐμὲ φιλίας ἤπερ οἶμαι τοῖς ἄλλοις· ἔστι γὰρ ἡμῖν ὁ κοινὸς καθηγεμὼν οὐ μικρά, καὶ μέμνησαι δήπου. χρόνος δὲ οὐ βραχὺς ὅτε διατρίβων ἔτι κατὰ τὴν ἑσπέραν, ἐπειδή σε λίαν ἀρέσκειν ἐπυθόμην αὐτῷ, φίλον ἐνόμισα· καίτοι δοκεῖν ἔχον ἐκεῖνο καλῶς εἴωθεν ἐμοὶ διὰ περιττὴν εὐλάβειαν τὸ οὐ γὰρ ἔγωγε ἤντησ’ οὐδὲ ἴδον, καὶ καλῶς ἡγεῖσθαι χρὴ φιλίας μὲν γνῶσιν, γνώσεως δὲ πεῖραν. ἀλλ’ ἦν τις, ὡς ἔοικεν, οὐκ ἐλάχιστος παρ’ ἐμοὶ λόγος καὶ τοῦ Αὐτὸς ἔφα. διόπερ ἐγὼ καὶ τότε σε τοῖς γνωρίμοις ᾤμην δεῖν ἐγκαταλέγειν, καὶ νῦν ἐπιτρέπω πρᾶγμα ἐμοὶ μὲν φίλον, ἀνθρώποις δὲ πᾶσι πανταχοῦ λυσιτελέστατον. σὺ δὲ εἰ καλῶς, ὥσπερ οὖν ἄξιον ἐλπίζειν, αὐτὸ μεταχειρίσαιο, ἴσθι πολλὴν μὲν εὐφροσύνην ἐνταῦθα παρέξων, ἐλπίδα δὲ ἀγαθὴν μείζονα τὴν εἰς τὸ μέλλον. οὐ γὰρ δὴ καὶ ἡμεῖς ἐσμεν τῶν πεπεισμένων τὰς ψυχὰς ἤτοι προαπόλλυσθαι τῶν σωμάτωνἢ συναπόλλυσθαι, πειθόμεθα δὲ τῶν μὲν ἀνθρώπων οὐδενί, τοῖς θεοῖς δὲ μόνον, οὓς δὴ καὶ μάλιστα ταῦτα εἰκὸς εἰδέναι μόνους, εἴ γε χρὴ καλεῖν εἰκὸς τὸ ἀναγκαῖον· ὡς τοῖς μὲν ἀνθρώποις ἁρμόζει περὶ τῶν τοιούτων εἰκάζειν, ἐπίστασθαι δὲ αὐτὰ τοὺς θεοὺς ἀνάγκη. Τί τοῦτο οὖν ἐστιν ὅ φημί σοι νῦν ἐπιτρέπειν; ἄρχειν τῶν περὶ τὴν Ἀσίαν ἱερῶν ἁπάντων αἱρουμένῳ τοὺς καθ’ ἑκάστην πόλιν ἱερέας καὶ ἀπονέμοντι τὸ πρέπον ἑκάστῳ. πρέπει δὲ ἐπιείκεια μὲν πρῶτον ἄρχοντι χρηστότης τε ἐπ’ αὐτῇ καὶ φιλανθρωπία πρὸς τοὺς ἀξίους αὐτῶν τυγχάνειν. ὡς ὅστις γε ἀδικεῖ μὲν ἀνθρώπους, ἀνόσιος δ’ ἐστὶ πρὸς θεούς, θρασὺς δὲ πρὸς πάντας, ἢ διδακτέος μετὰ παρρησίας ἐστὶν ἢ μετ’ ἐμβριθείας κολαστέος. ὅσα μὲν οὖν χρὴ κοινῇ συντάξαι περὶ τῶν ἱερέων ἁπάντων ἐντελέστερον, αὐτίκα μάλα σὺν τοῖς ἄλλοις εἴσει, μικρὰ δὲ τέως ὑποθέσθαι σοι βούλομαι. δίκαιος δὲ εἶ πείθεσθαί μοι τὰ τοιαῦτα. καὶ γὰρ οὐδὲ ἀποσχεδιάζω τὰ πολλὰ τῶν τοιούτων, ὡς ἴσασιν οἱ θεοὶ πάντες, ἀλλά, εἴπερ τις ἄλλος, εὐλαβής εἰμι καὶ φεύγω τὴν καινοτομίαν ἐν ἅπασι μέν, ὡς ἔπος εἰπεῖν, ἰδίᾳ δὲ ἐν τοῖς πρὸς τοὺς θεούς, οἰόμενος χρῆναι τοὺς πατρίους ἐξ ἀρχῆς φυλάττεσθαι νόμους, οὓς ὅτι μὲν ἔδοσαν οἱ θεοί, φανερόν· οὐ γὰρ ἂν ἦσαν οὕτω καλοὶ παρὰ ἀνθρώπων ἁπλῶς γενόμενοι. συμβὰν δὲ αὐτοὺς ἀμεληθῆναι καὶ διαφθαρῆναι πλούτου καὶ τρυφῆς ἐπικρατησάν των, οἶμαι δεῖν ὥσπερ ἀφ’ ἑστίας ἐπιμεληθῆναιτῶν τοιούτων. ὁρῶν οὖν πολλὴν μὲν ὀλιγωρίαν οὖσαν ἡμῖν πρὸς τοὺς θεούς, ἅπασαν δὲ εὐλάβειαν τὴν εἰς τοὺς κρείττονας ἀπεληλαμένην ὑπὸ τῆς ἀκαθάρτου καὶ χυδαίας τρυφῆς, ἀεὶ μὲν ὠδυράμην ἐγὼ κατ’ ἐμαυτὸν τὰ τοιαῦτα, τοὺς μὲν τῇ Ἰουδαίων εὐσεβείας σχολῇ προσέχοντας οὕτω διαπύρους, ὡς αἱρεῖσθαι μὲν ὑπὲρ αὐτῆς θάνατον, ἀνέχεσθαι δὲ πᾶσαν ἔνδειαν καὶ λιμόν, ὑείων ὅπως μὴ γεύσαιντο μηδὲ πνικτοῦ μηδ’ ἄρα τοῦ ἀποθλιβέντος· ἡμᾶς δὲ οὕτω ῥᾳθύμως τὰ πρὸς τοὺς θεοὺς διακειμένους, ὥστε ἐπιλελῆσθαι μὲν τῶν πατρίων, ἀγνοεῖν δὲ λοιπόν, εἰ καὶ ἐτάχθη πώποτέ τι τοιοῦτον. ἀλλ’ οὗτοι μὲν ἐν μέρει θεοσεβεῖς ὄντες, ἐπείπερ θεὸν τιμῶσι τὸν ὡς ἀληθῶς ὄντα δυνατώτατον καὶ ἀγαθώτατον, ὃς ἐπιτροπεύει τὸν αἰσθητὸν κόσμον, ὃν εὖ οἶδ’ ὅτι καὶ ἡμεῖς ἄλλοις θεραπεύομεν ὀνόμασιν, εἰκότα μοι δοκοῦσι ποιεῖν, τοὺς νόμους μὴ παραβαίνοντες, ἐκεῖνο δὲ μόνον ἁμαρτάνειν, ὅτι μὴ καὶ τοὺς ἄλλους θεοὺς, ἀρέσκοντες τούτῳ μάλιστα τῷ θεῷ, θεραπεύουσιν, ἀλλ’ ἡμῖν οἴονται τοῖς ἔθνεσιν ἀποκεκληρῶσθαι μόνοις αὐτούς, ἀλαζονείᾳ βαρβαρικῇ πρὸς ταυτηνὶ τὴν ἀπόνοιαν ἐπαρθέντες· οἱ δὲ ἐκ τῆς Γαλιλαίας δυσσεβείας ὥσπερ τι νόσημα τῷ. βίῳ τὴν ἑαυτῶν Αὐτοκράτωρ Καῖσαρ Ἰουλιανὸς Μέγιστος Σεβαστὸς Ἀλεξανδρέων τῷ δήμῳ Εἰ μὴ τὸν Ἀλέξανδρον τὸν οἰκιστὴν ὑμῶν καὶ πρό γε τούτου τὸν θεὸν τὸν μέγαν τὸν ἁγιώτατον Σάραπιν αἰδεῖσθε, τοῦ κοινοῦ γοῦν ὑμᾶς καὶ ἀνθρωπίνου καὶ πρέποντος πῶς οὐκ εἰσῆλθε λόγος οὐδείς; προσθήσω δὲ ὅτι καὶ ἡμῶν, οὓς οἱ θεοὶ πάντες, ἐν πρώτοις δὲ ὁ μέγας Σάραπις ἄρχειν ἐδικαίωσαν τῆς οἰκουμένης· οἷς πρέπον ἦν τὴν ὑπὲρ τῶν ἠδικηκότων ὑμᾶς φυλάξαι διάγνωσιν. ἀλλ’ ὀργὴ τυχὸν ἴσως ὑμᾶς ἐξηπάτησε καὶ θυμός, ὅσπερ οὖν εἴωθε τὰ δεινὰ πράττειν, τὰς φρένας μετοικίσας, οἳ τὰ τῆς ὁρμῆς ἀναστείλαντες τοῖς παραχρῆμα βεβουλευμένοις καλῶς ὕστερον ἐπηγάγετε τὴν παρανομίαν, οὐδὲ ᾐσχύνθητε δῆμος ὄντες τολμῆσαι ταὐτά, ἐφ’ οἷς ἐκείνους ἐμισήσατε δικαίως. εἴπατε γάρ μοι πρὸς τοῦ Σαράπιδος, ὑπὲρ ποίων ἀδικημάτων ἐχαλεπήνατε Γεωργίῳ; τὸν μακαρίτην Κωνστάντιον, ἐρεῖτε δήπουθεν, ὅτι καθ’ ὑμῶν παρώξυνεν, εἶτα εἰσήγαγεν εἰς τὴν ἱερὰν πόλιν στρατόπεδον, καὶ κατέλαβεν ὁ στρατηγὸς τῆς Αἰγύπτου τὸ ἁγιώτατον τοῦ θεοῦ τέμενος, ἀποσυλήσας ἐκεῖθεν εἰκόνας καὶ ἀναθήματα καὶ τὸν ἐν τοῖς ἱεροῖς κόσμον. ὑμῶν δὲ ἀγανακτούντων εἰκότως καὶ πειρωμένων ἀμύνειν τῷ θεῷ, μᾶλλον δὲ τοῖς τοῦ θεοῦ κτήμασιν, ὁ δὲ ἐτόλμησεν ὑμῖν ἐπιπέμψαι τοὺς ὁπλίτας ἀδίκως καὶ παρανόμως καὶ ἀσεβῶς, ἴσως Γεώργιον μᾶλλον ἢ τὸν Κωνστάντιον δεδοικώς, ὃς αὐτὸν παρεφύλαττεν, εἰ μετριώτερον ὑμῖν καὶ πολιτικώτερον, ἀλλὰ μὴ τυραννικώτερον πόρρωθεν προσφέροιτο. τούτων οὖν ἕνεκεν ὀργιζόμενοι τῷ θεοῖς ἐχθρῷ Γεωργίῳ τὴν ἱερὰν αὖθις ἐμιάνατε πόλιν, ἐξὸν ὑποβάλλειν αὐτὸν ταῖς τῶν δικαστῶν ψήφοις· οὕτω γὰρ ἐγένετο ἂν οὐ φόνος οὐδὲ παρανομία τὸ πρᾶγμα, δίκη δὲ ἐμμελής, ὑμᾶς μὲν ἀθῴους πάντη φυλάττουσα, τιμωρουμένη μεὺ τὸν ἀνίατα δυσσεβήσαντα, σωφρονίζουσά δὲ τοὺς ἄλλους πάντας ὅσοι τῶν θεῶν ὀλιγωροῦσι καὶ προσέτι τὰς τοιαύτας πόλεις καὶ τοὺς ἀνθοῦντας δήμους ἐν οὐδενὶ τίθενται, τῆς ἑαυτῶν δὲ ποιοῦνται πάρεργον δυναστείας τὴν κατ’ ἐκείνων ὠμότητα. Παραβάλλετε τοίνυν ταύτην μου τὴν ἐπιστολὴν ᾗ μικρῷ πρῴην ἐπέστειλα, καὶ τὸ διάφορον κατανοήσατε. πόσους μὲν ὑμῶν ἐπαίνους ἔγραφον τότε; νυνὶ δὲ μὰ τοὺς θεοὺς ἐθέλων ὑμᾶς ἐπαινεῖν οὐ δύναμαι διὰ τὴν παρανομίαν. τολμᾷ δῆμος ὥσπερ οἱ κύνες λύκον ἄνθρωπον σπαράττειν, εἶτα οὐκ αἰσχύνεται τὰς χεῖρας προσάγειν τοῖς θεοῖς αἵματι ῥεούσας. ἀλλὰ Γεώργιος ἄξιος ἦν τοῦ τοιαῦτα παθεῖν. καὶ τούτων ἴσως ἐγὼ φαίην ἂν χείρονα καὶ πικρότερα. καὶ δι’ ὑμᾶς, ἐρεῖτε. σύμφημι καὶ αὐτός· παρ’ ὑμῶν δὲ εἰ λέγοιτε, τοῦτο οὐκέτι συγχωρῶ. νόμοι γὰρ ὑμῖν εἰσίν, οὓς χρὴ τιμᾶσθαι μάλιστα μὲν ὑπὸ πάντων ἰδίᾳ καὶ στέργεσθαι. πλὴν ἐπειδὴ συμβαίνει τῶν καθ’ ἕκαστόν τινας παρανομεῖν, ἀλλὰ τὰ κοινὰ γοῦν εὐνομεῖσθαι χρὴ καὶ πειθαρχεῖν τοῖς νόμοις ὑμᾶς, καὶ μὴ παραβαίνειν ὅσαπερ ἐξ ἀρχῆς ἐνομίσθη καλῶς. Εὐτύχημα γέγονεν ὑμῖν, ἄνδρες Ἀλεξανδρεῖς, ἐπ’ ἐμοῦ πλημμελῆσαι τοιοῦτό τι ὑμᾶς, ὃς αἰδοῖ τῇ πρὸς τὸν θεὸν καὶ διὰ τὸν θεῖον τὸν ἐμὸν καὶ ὁμώνυμον, ὃς ἦρξεν αὐτῆς τε Αἰγύπτου καὶ τῆς ὑμετέρας πόλεως, ἀδελφικὴν εὔνοιαν ὑμῖν ἀποσώζω. τὸ γὰρ τῆς ἐξουσίας ἀκαταφρόνητον καὶ τὸ ἀπηνέστερον καὶ καθαρὸν τῆς ἀρχῆς οὔποτε ἂν δήμου περιίδοι τόλμημα μὴ οὐ καθάπερ νόσημα χαλεπὸν πικροτέρῳ διακαθῆραι φαρμάκῳ. προσφέρω δ’ ἐγὼ ὑμῖν δι’ ἅσπερ ἔναγχος ἔφην αἰτίας τὸ προσηνέστατον, παραίνεσιν καὶ λόγους, ὑφ’ ὧν εὖ οἶδ’ ὅτι πείσεσθε μᾶλλον, εἶπερ ἐστέ, καθάπερ ἀκούω, τό τε ἀρχαῖον Ἕλληνες καὶ τὰ νῦν ἔτι τῆς εὐγενείας ἐκείνης ὕπεστιν ὑμῖν ἀξιόλογος καὶ γενναῖος ἐν τῇ διανοίᾳ καὶ τοῖς ἐπιτηδεύμασιν ὁ χαρακτήρ.